Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ὁ δὲ τούτῳ ἐναντίος, μόνῳ τῷ τίκτοντι εἰς γένεσιν τοῦ ὁμοίου ἀπὸ ὀρέξεως ἐμφύτου μετὰ δικαιοσύνης ξυνών, καὶ διορίζων τὸ θῆλυ· οὗτος θεῶν Γαμηλίων τε καὶ Ὁμογνίων καὶ Γενεθλίων θεσμός, ἐπὶ πάσῃ ζῴων φύσει τεταγμένος· τῶν μὲν αὐτομάτων εἰς τὴν κοινωνίαν ὑπὸ οἰκείου ἔρωτος ἐν ὥρᾳ τοῦ γεννᾶν ἰόντων· τῶν δὲ καὶ διὰ τέχνης ἐπιστάτου ποιμενικῆς τε καὶ αἰπολικῆς καὶ βουφορβοῦ καὶ ἱπποκόμου, ζευγνύντων ἑκάστων κατὰ φύσιν τὰ αὑτῶν θρέμματα, καὶ διακρινόντων αὖθις δέει ὕβρεως· [*]((ι 221/2))

  • χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μετάσσαι,
  • χωρὶς δ᾿ αὖθ᾿ ἕρσαι·
  • ἡ δὲ τῶν ἀνθρώπων ἀγελαιοτρόφος ἐπιστάτις, βασιλικὴ καὶ ποιμενικὴ τέχνη, οὐδεμίαν ἐξεύροι ἂν ἄλλην ὕβρεως ἀγωγὸν μηχανήν, πρὶν ἄν τις ἑκὼν εἴξας τῷ λόγῳ καὶ τὴν ψυχὴν παραδῶ ποιμαίνειν αἰδοῖ καὶ σωφροσύνῃ.

    [*](7 μόνῳ τῷ τίκτοντι sq. cf Plut am. 4 ἀλλὰ ταῦτα ἀναγκαῖα πρὸς γένεσιν ὄντα σεμνύνουσιν οὐ φαύλως οἱ νομοθέται sq. Muson. ap. Stob flor. 6 61 Lucian. am. 19 ||19. 20 βασιλικὴ καὶ ποιμενικὴ τέχνη vi or. 23. 1 a)[*](1 αἰφνιδίως α(δ) ἀφειδῶς Markl || 2 συντεταμένος Markl. (Δ) || 3 ἀναμιγνύειν δ Δ (tacite) || 4 ξυμφυὴν Reiske ξυμφυΐαν Merkl. || 5 φήμη 〈ὑπὸ τῆς φαντασίας〉 οἰστρούμενον Reiske || 5. 6 δὲ τῆς] δεινῆς Markl. || 14 βουφόρβου Δ || 16 δὲ ὕβρεως α(δ) corr Steph. || 17 μέτασσαι α(δ Δ) Homerus || 21 ἑκὼν] εἴκων Heins. εἴξας Hob. cum R (ηξω) ἡ M εἴξῃ H(Δ) om. certt. (δ))
    249
    [*](92b)

    Ὥσπερ γὰρ ἄλλο ἄλλῳ |ζῴῳ ἀλέξημα ἥκει παρὰ τῆς φύσεως εἰς τὸν αὑτοῦ βίον, ὑφ᾿ οὗ σώζεται, λέουσιν ἀλκή, ἐλάφοις δρόμοι, θῆραι κυσίν, καὶ τῷ μὲν διερῷ γένει αἱ νήξεις, τῷ δὲ μεταρσίῳ αἱ πτήσεις, τῷ δὲ εἰλυσπωμένῳ οἱ φωλεοί, ὡς δὲ καὶ τοῖς ἀνθρώποις,

    τὰ ἄλλα ἐλαττουμένοις τῶν ἀπάντων (καὶ γὰρ ἀλκὴν ἀσθενέστατοι, καὶ θεῖν βράδιστοι, καὶ ἀνίπτασθαι ἀδύνατοι, καὶ νήχειν ἀσθενεῖς, καὶ φωλεύειν ἀμήχανοι),

    λόγον δὲ αὐτοῖς θεὸς ἔδωκεν πρὸς τὰς ἁπάντων εὐπορίας ἀντίρροπον, ὑποβάλλων αὐτῷ τὴν ἐρωτικὴν ὄρεξιν, ὡς χαλινῷ ἵππον, ὡς τοξότῃ τόξον, ὡς οἴακι ναῦν, καὶ τεχνίτῃ ὄργανον.

    Ὅ τε οὖν λόγος αὐτὸς αὐτοῦ ἀμβλύτατος, ἀνέραστος ὤν· ὅ τε ἔρως αὐτὸς αὐτοῦ ἐμπληκτότατος, ἀπειθέστατος ὢν τῷ λόγῳ.

    Ἔστιν δὲ ἡ πειθὼ συζυγία ἔρωτος καὶ λόγου πρὸς τὸ καλὸν ὁρμωμένων, καὶ λαμπρυνομένων ἐπ᾿ αὐτὸν πολλῷ δρόμῳ.

    δὲ οἰόμενος ἐν τῇ σαρκῶν φύσει κατορωρύχθαι τὸ καλόν, ἡδονὴν κάλλους ἀλλάττεται, καὶ ἐξαπατᾶται ὑπ᾿ αὐτῆς· πιθανὸν γὰρ κακὸν ἡδονή, καὶ κολακείας ἀνάπλεων·||

    [*](1 ὥσπερ γὰρ sq. = or. 31. 4 a sq vi. etiam or. 10. 5 f sq 12 ὡς . . τεχνίτῃ ὄργανον quod de deo dictum est or 13. 4 a et c; 41. 4 d et g || 15 ἔρωτος καὶ λόγου sq. vi. or. 11. 10c ἐπιτρέψας sq. || 17.18 κατορωρύχθαι ut animam in corpore vi or. 7. 5 e etian or. 29. 2 a et infra § l f || 19 πιθανὸν κακὸν ἡδονή scil. δέλεαρ κακῶν cf Plat. Tim. 69 c republ. VII 522 Apul. dogm. Plat II 11)[*](1 ὥσπερ — 9 ἔδωκεν v (: ὡς (ὡς cod.) δὲ) | ἄλλο — 5 φω- λεοί p || 17 ὁ δὲ οἰόμενος — 20 ἀνάπλεων n)[*](2 αὐτοῦ ν αὐτὸν MN || 3 δρόμος· θήρα v || 5 ἰλυσπωμένῳ vα(δ Δ) |ὡς δὲ α(θ) ὧδε Duebn. || 7 θεῖν] ἐλθεῖν v || 8 ἀσθε- νεῖς] ἀμβλεῖς Markl. Meiser || 9 δὲ (post λόγον) om. v || 16 ὁρμω- μένων et λαμπρυνομένων transponit Meiser |ἐπ᾿ αὐτὸ α(δ Δ) del. Markl. |πολλῷ 〈ἐπ᾿ αὐτὸ〉 Markl.)