Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

οὕτως ἀμέλει καὶ ἐπὶ τοῦ ἔρωτος τὸ πάθος μὲν ὁμοίως ἐστίν, κἂν ἔχῃ λόγον· ἐὰν δὲ ἀφέλῃς τὸν λόγον, ἐπετάραξας αὐτοῦ τὴν συμμετρίαν, καὶ νόσον ἐποίησας τὸ πᾶν.

Ἔστω δὴ ὁ ἔρως ὄρεξίς τις ψυχῆς, ἀλλὰ τῇ ὀρέξει ταύτῃ χαλινοῦ δεῖ, καθάπερ ἵππου θυμῷ· ἐὰν δὲ ἐπιτρέψῃς τῇ ψυχῇ φέρεσθαι, αὐτὸ ἐκεῖνο, κατὰ τὴν [*](Ed. Duebn. p. 105) Ὁμηρικὴν εἰκόνα (Ζ 506), ἵππον ἀνῆκας ἀδηφάγον διὰ πεδίου κροαίνειν καὶ ὑβρίζειν, οὐκ ἐπὶ λουτρὰ νόμιμα, οὐδὲ ἐπὶ δρόμους τεχνικούς θέοντα, ἀχάλινον, ἀδέσποτον. [*](92 a) Ἀλλὰ |αἰσχρὸν μὲν θέαμα ἵππος ἄφετος, αἰσχρὸν δὲ ἄκουσμα ὑβριστὴς ἔρως.

Οὗτός ἐστιν ὁ ἔρως ὁ τοὺς κρημνοὺς πηδῶν, οὗτος ὁ ποταμοὺς περῶν, ὁ ξίφος λαμβάνων, ὁ ἅπτων βρόχον, ὁ μητρυιᾷ ἐπιτιθέμενος, ὁ προγόνοις ἐπιβουλεύων, ὁ παράνομος, ὁ ἔμπληκτος, ὁ χλωρός·