Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Δέδια δὲ μὴ οὐ τοιοῦτον ᾖ πᾶσιν ἑξῆς, ἀλλά τις ὁμοιότης ἐπιτηδεύματος αἰσχροῦ ὑποδῦσα ἔργον καλόν, τῇ πρὸς αὐτὸ εἰκασίᾳ καλλωπιζομένη τυγχάνει μὲν τῆς φαντασίας ὁμοίας, τοῦ δὲ τέλους ἀστοχεῖ.

Μιμεῖταί που καὶ φαρμακοπώλης ἰατρόν, καὶ συκοφάντης ῥήτορα, καὶ σοφιστὴς φιλόσοφον. Καὶ πανταχοῦ εὕροις ἂν ξυμφυὲς ἀγαθῷ κακόν, πολλῷ τῷ ὁμοίῳ ἀνακεκραμένον, ἢ προαιρέσει χωριζόμενον, ὡς ὁ ῥήτωρ τοῦ συκοφάντου· ἢ τέλει, ὡς ὁ ἰατρὸς τοῦ φαρμακέως· ἢ ἀρετῇ, ὡς ὁ φιλόσοφος τοῦ σοφιστοῦ· προαίρεσις δὲ καὶ ἀρετὴ καὶ τέλος ὀλίγοις γνώριμα.

Ὅταν οὖν ἐν ἐπιτηδεύμασιν διπλοῖς καὶ ἀμφιβόλοις, τὰ μὲν ὅμοια ἂν ἀπῇ, ἀνάγκη κατὰ τὸ ἀγνοούμενον οὐ δυναμένοις χωρίζειν τὰς τέχνας κατὰ τὸ εἰκαζόμενον αὐτὰς συνάπτειν·

μήποτ᾿ οὖν καὶ περὶ ἔρωτος ταύτῃ κριτέον, καὶ [*](91 b)ἡγητέον αὐτὸν | εἶναι ὄνομα κοινὸν ἐν μεταιχμίῳ ἀρετῆς [*](6 ὁμοιότης ἐπιτηδεύματος αἰσχροῦ vi. or. 18. 3 b || 9 φαρμα- κοπώλης . . συκοφάντης . . σοφιστής sollemonia κολακείας exempla vi. or. 14. 8 g, h, i || 20. p. 246.1 ἐν μεταιχμίῳ ἀρετῆς καὶ κακίας ut or. 24. 3 i vi. etiam or. 8. 8 b; simil. etiam or. 40. 6 g) [*](10 in mge σοφιστής (schol. recent.) R!) [*](2 καὶ] κἂν Markl. | τινα] τιν᾿ ἂν Κnebel || 3 μέλλει Nφα(δ) 4 τε εἶναι α(δ Δ°) ||7 τυγχάνῃ α(δ Δ) || 8 ἀστοχῇ α(δ Δ) || 13 ὁ (ante ἰατρὸς) om. ΜΝα(δ) || 14 ὁ (post ὡς) om. Ηα(δ) |φιλό- σοφος (οσ in ras.) R! | προ- αίρεσις R! || 16. 17 τὰ μὲν ὅμοια ἂν ἀπῇ R τὰ μὲν ὅμοια οὐκ ἀπῇ, τὰ δ᾿ ἀνόμοια προσῇ certt. (δ Δ) τὰ μὲν ὅμοια ἐμφανῆ, τὰ δὲ ἀνόμοια ἀφανῆ Schenkl 17 ἀνάγκη 〈τοῖς〉 κατὰ Reiske | δυναμένους α(δ))

246
καὶ κακίας τεταγμένον, ὑπ᾿ ἀμφοῖν δημαγωγούμενον, σχηματιζόμενον δὲ πρὸς ἑκατέραν, ὁποτέρᾳ ξυγγένοιτο, τῷ τῆς ἐπαγομένης πάθει προσονομάζεσθαι.

Καὶ μὴν τῆς ψυχῆς δίχα νενεμημένης, ὡς ὁ Πλάτωνος φησὶν λόγος, ἧς τῷ μὲν τῶν μερῶν ὄνομα λόγος, τῷ δὲ πάθος, ἀνάγκη τὸν ἔρωτα, εἰ μὲν κακία εἴη, πάθος τι εἶναι ἔρημον λόγου· εἰ δέ τι τῶν καλῶν, δυοῖν θἄτερον, ἢ κατὰ τὸν λόγον τετάχθαι πάθους ἀπηλλαγμένον, ἢ κατὰ τὸ πάθος λόγῳ συμπεπλεγμένον.

Καὶ εἰ μὲν ὁ ἔρως φιλίας ἐστὶν ὁρμή, καὶ ὄρεξις τοῦ ὁμοίου πρὸς τὸ ὅμοιον ἄττοντος φύσει, καὶ ἀνακραθῆναι αὐτῷ ὀρεγομένου (πάθος ἂν εἴη τοῦτο, οὐ λόγος), δεῖ προστεθῆναι τῷ πάθει τούτῳ ἐπιστάτην λόγον, ἵνα ἀρετὴ γένηται, καὶ μὴ νόσος.