Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

καὶ ἔργον εἶναι ὅσου; Ἐγὼ μὲν οἶμαι κρατεῖν [*](4 Σμερδίης vi. or. 18.91 cf. Aelian var. hist. 9. 4) [*](Codices RΜΝα (Stephanus) φ (= Paccius): H (teste Davisiο)) [*](4 in mge σμερδίης ὁ θρᾶιξ (schol. recent.) R! || 6 in mge πολυκράτης 8 ἀνακρέων (schol. recent.) R! || 13 in mge si- nistro ἴσως πότερος ἂν αὐ- in mge dextro ἴσως γραπτέον ὁσίου man. eadem utraque recent. R!) [*](1 Κ΄ R! ||3 ἔτι — ἐρωτικῆς· γ΄ R add. λογος ιʹ φ ἔτι — ἐρω- τικῆς λόγος ιʹ α περὶ τῆς Σωκράτους ἐρωτικῆς λόγος τρίτος Ν τοῦ αὐτοῦ ὅτι (in mge al. man. ἔτι) περὶ τῆς Σωκράτους ἐρωτι- κῆς τρίτος Μ || 4 Θρᾲξ Δ |ὑπὸ Ἑλλήνων „in dicione Graeco- rum |κάλλους] ἁλοὺς Leopardus (Emendat. XVII 2) (Δ) || 5 βα- σιλικοῦ φα(δ) || 8 Τήϊος (ος in ras.) R! || 13 προτέρῳ Μ πότερος φα(δ Δ) |αὐτοῖς ΜΝ || 15 ὅσου R νόσου Μ θεοῦ Η(Δ) ὅσιον φα(δ) sed intellege ‘nescio, quanti’ vel ‘qualis’ i. e. talis qualem eum esse oportet scil. ἐραστὴν δίκαιον ut or.17. 1 b τὸ Μιθαίκου sq )

244
ἂν τὸν Μούσαις καὶ Χάρισιν ἀνακεκραμένον μᾶλλον, ἢ τὸν ἀνάγκῃ καὶ δέει· ὁ μὲν γὰρ αἰχμαλώτῳ ἔοικεν, ἢ μισθοφόρῳ οὐ πάνυ τι εὐτυχεῖ, ὁ δὲ ἐλευθέρῳ καὶ Ἕλληνι.

Διόπερ μοι δοκεῖ οὐδὲ ἐν τοῖς βαρβάροις πάνυ τι ἐπιχωριάσαι τὰ τοῦ ἔρωτος. Ὅπου γὰρ τὸ μὲν πλῆθος δουλεύει, τὸ δὲ ἄρχον δεσπόζει, τὸ διὰ μέσου ἐνθένδε ἐξῄρηται, τὸ ἰσήγορόν τε καὶ ἰσότιμον καὶ ξύννομον. Ὁ δὲ ἔρως οὐδενὶ οὕτως πολεμεῖ ὡς |ἀνάγκῃ καὶ δέει· [*](91a) καὶ ἐστὶν χρῆμα γαῦρον, καὶ δεινῶς ἐλεύθερον, καὶ τῆς Σπάρτης αὐτῆς ἐλευθερώτερον.

Μόνον γάρ το [*](Ed. Duebn. p. 104)τῶν || ἐν ἀνθρώποις ἔρως, ἐπειδάν τῳ καθαρῶς ξυγγένηται, οὐ πλοῦτον τέθηπεν, οὐ τύραννον δέδιεν, οὐ βασίλεια ἐκπλήττεται, οὐ δικαστήριον φυλάττεται, οὐ φεύγει θάνατον· οὐ θηρίον αὐτῷ δεινόν, οὐ πῦρ, οὐ κρημνός, οὐ θάλαττα, οὐ ξίφος, οὐ βρόχος, ἀλλὰ καὶ τὰ ἄπορα αὐτῷ εὐπορώτατα, καὶ τὰ δεινὰ εὐμαχώτατα, καὶ τὰ φοβερὰ εὐπετέστατα, καὶ τὰ χαλεπὰ εὐκολώτατα.