Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

[*](27b)

Ὤ πολλῶν καὶ παντοδαπῶν ἀ|γαλμάτων· ὧν τὰ μὲν ὑπὸ τέχνης ἐγένετο, τὰ δὲ διὰ χρείαν ἠγαπήθη, τὰ δὲ διʼ ὠφέλειαν ἐτιμήθη, τὰ δὲ διʼ ἔκπληξιν ἐθαυμάσθη, τὰ δὲ διὰ μέγεθος ἐθειάσθη, τὰ δὲ διὰ κάλλος ἐπῃνέθη.

Πλὴν οὐδὲν γένος, οὐ βάρβαρον, οὐχ Ἑλληνικόν, οὐ θαλάττιον, οὐκ ἠπειρωτικόν, οὐ νομαδικόν, οὐκ ἀστυπολοῦν, ἀνέχεται τὸ μὴ καταστήσασθαι σύμβολα ἄττα τῆς τῶν θεῶν τιμῆς.

Πῶς ἂν οὖν τις διαιτήσαι τὸν λόγον, εἴτε χρὴ ποιεῖσθαι ἀγάλματα θεῶν, εἴτε μή;

Εἰ μὲν γὰρ ἄλλοις τισὶν νομοθετοῦμεν ὑπερορίοις ἀνθρώποις ἔξω τοῦ καθʼ ἡμᾶς αἰθέρος, ἄρτι ἐκ γῆς ἀναφυομένοις, ἢ ὑπό τινος προμηθείας πλαττομένοις, ἀπείροις βίου καὶ νόμου καὶ λόγου, δέοι ἂν ἴσως τοῦ σκέμματος· πότερα ἐατέον τουτὶ τὸ γένος, ἐπεὶ τῶν αὐτοφυῶν τούτων ἀγαλμάτων προσκυνεῖν αἱροῦνται, οὐκ ἐλέφαντα, οὐδὲ χρυσόν, οὐδὲ δρῦν, οὐδὲ κέδρον, οὐδὲ ποταμόν, οὐδὲ ὄρνιθα, ἀλλὰ τὸν [*](1 Μαιώταις sq. cf. Dionys. Per 652 || 7 βάρβαρον Ἑλληνικὸν θαλάττιον ἠπειρωτικὸν vi or. 11. 5b || 9 σύμβολα neque enim „na- turalem deumo“ possunt exprimuere imagines secundum Anti- sthenem (Bernays Lucian und die cynicer 31 et 44) cf. Orig. c. Cels. VIII 389 Dio Chrys. 12. 59 || 14 προμηθείας sq. vi or. 36. 1c) [*](12 εἰ μὲν γὰρ — 15 λόγου p) [*](1 Μαιῶτις MNφα(δ) | λίμνη καὶ Τάναϊς φα(δ) λίμνη· καὶ Τάναϊς Steph || 5 ἐθαυμάσθη RB ἐσεβάσθη cett. (θ) || 7 βαρβα- ρικὸν α(δ) || 11 ἄγαλμα α(δ) || 12 εἰ μὲν] οὐδὲ p | νομοθετοῖμεν B ἐνομοθετοῦμεν α(δ∠) || 13 ἀέρος Markl. || 14 προμηθείας (ut Plat Gorg. 501b Polit IV 441e lulian. 52d al.) R Προμηθέως cett. (δ∠) || 15 λόγου καὶ νόμου α(δ) || 17 ἐπεὶ R! ἐπὶ cett (δ∠) || 17. 18 προσκυν〈εῖν αἱρ〉οῦνται Schenkl προσκυνοῦνται RB προ- σκυνοῦντας cett. (δ∠))

28
ἥλιον ἀνίσχοντα, καὶ τὴν σελήνην λάμπουσαν, καὶ τὸν οὐρανὸν πεποικιλμένον, καὶ γῆν αὐτήν, καὶ ἀέρα αὐτόν, καὶ πῦρ πᾶν, καὶ ὕδωρ πᾶν· ἢ καὶ τούτους καθείρξομεν εἰς ἀνάγκην τιμῆς ξύλων ἢ λίθων ἢ τύπων;

εἰ δέ ἐστιν οὗτος ἱκανὸς ὁ πάντων νόμος, τὰ κείμενα ἐῶμεν, τὰς φήμας τῶν θεῶν ἀποδεχόμενοι, καὶ φυλάττοντες αὐτῶν τὰ σύμβολα, ὥσπερ καὶ τὰ ὀνόματα.