Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Λυκίοις ὁ Ὄλυμπος πῦρ ἐκδιδοῖ, οὐχ ὅμοιον τῷ Αἰτναίῳ, ἀλλʼ εἰρηνικὸν καὶ σύμμετρον· καὶ ἐστὶν αὐτοῖς τὸ πῦρ [*](ΙΑ΄) τοῦτο καὶ ἱερὸν καὶ ἄγαλμα.

Φρύγες οἱ περὶ Κελαινὰς νεμόμενοι τιμῶσιν ποταμοὺς δύο, Μαρσύαν καὶ Μαίανδρον·

εἶδον τοὺς ποταμούς· ἀφίησιν αὐτοὺς πηγὴ μία, ἣ προελθοῦσα ἐπὶ τὸ ὄρος ἀφανίζεται κατὰ νώτου τῆς πόλεως, καὖθις ἐκδιδοῖ ἐκ τοῦ ἄστεος, διελοῦσα τοῖς ποταμοῖς καὶ τὸ ὕδωρ καὶ τὰ ὀνόματα· ὁ μὲν ἐπὶ Λυδίας ῥεῖ, ὁ Μαίανδρος· ὁ δὲ αὐτοῦ περὶ τὰ πεδία ἀναλίσκεται.

Θύουσιν Φρύγες τοῖς ποταμοῖς, οἱ μὲν ἀμφοτέροις, οἱ δὲ τῷ Μαιάνδρῳ, οἱ δὲ τῷ Μαρσύᾳ· καὶ ἐμβάλλουσιν τὰ μηρία εἰς τὰς πηγάς, ἐπιφημίσαντες τοὔνομα τοῦ ποταμοῦ, ὁποτέρῳ ἔθυσαν· ἀπενεχθέντα δὲ ἐπὶ τὸ ὄρος, καὶ ὑποδύντα ὄρος σὺν τῷ ὕδατι, οὔτʼ ἄν ἐπὶ τὸν Μαρσύαν ἐκδοθείη τὰ τοῦ Μαιάνδρου, οὔτʼ ἐπὶ τὸν Μαίανδρον τὰ τοῦ Μαρσύου· εἰ δὲ ἀμφοῖν [*](ΙΒ΄)εἴη, διαιροῦνται τὸ δῶρον.