Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ἐν δὲ τοῖς ἔδειξε καὶ ζῷον ὑπερφυές, Διονύσου ἄγαλμα, ᾧ Ἰνδοὶ ἔθυον·

δράκων ἦν μῆκος πεντάπλεθρον, ἐτρέφετο δὲ ἐν χωρίῳ κοίλῳ, ἐν κρημνῷ βαθεῖ, τείχει ὑψηλῷ ὑπὲρ τῶν ἄκρων περιβεβλημένος· καὶ ἀνήλισκεν τὰς Ἰνδῶν ἀγέλας, χορηγούντων αὐτῷ τροφὴν βοῦς καὶ ὄϊς, καθάπερ τυράννῳ μᾶλλον ἢ θεῷ.

[*](Ε΄)

Οἱ ἑσπέριοι Αίβυες οἰκοῦσι γῆν, αὐχένα στενὸν καὶ ἐπιμήκη καὶ ἀμφιθάλασσον· σχιζομένη γὰρ κατὰ κορυφὴν τοῦ αὐχένος ἡ ἔξω θάλασσα περιλαμβάνει τὴν γῆν κύματι πολλῷ καὶ πελαγίῳ.

Τοῖς ἀνθρώποις τούτοις ἱερόν [*](12 δράκων cf. Aelian. nat. anim. XV 21 Strabo 15. 698) [*](17 οἱ ἑσπερίσι — p. 25 13 ἐρειδόμενον p (omissis verbis p. 25. 5 καὶ ὀπτεύσαις — p 25 8 θέμις)) [*](1 (et 17) in mge Δʹ et Eʹ (schol. vet. u) R! || 5 ἐστασίαζον (α in ras.) R! || 6 Ταξί-λης R! Ταξίλῃ Markl. || 8 9 ποταμοῦ μεγίστου (pr. man. corr.) || 9 ὄρνιθας (νι in ras.) R! || 13 κοίλῳ (λῶ in ras.) R! || 14 ὑψηλῷ (ψ in ras. ex π) R! || 16 ὄεις RB || 17 ἑσπέριοι (οι in ras.) R! | οἰκοῦσι (οι in ras .) R! | γῆς Heins. (δΔ) || 18 ἀμφιθάλαττον MNα(θ) || 19 ἡ (ante ἔξω) om. α(δ) add. Markl.)

25
ἐστιν καὶ ἄγαλμα ὁ Ἄτλας·

ἔστιν δὲ ὁ Ἄτλας ὄρος κοῖλον, ἐπιεικῶς ὑψηλόν, ἀνεῳγὸς πρὸς τὸ πέλαγος, ὥσπερ τὰ θέατρα πρὸς τὸν ἀέρα· τὸ δὲ ἐν μέσῳ τοῦ ὄρους χωρίον, αὐλὼν βραχύς, εὔγαιος καὶ εὔδενδρος· καὶ ἴδοις ἂν καὶ καρποὺς ἐπὶ τῶν δένδρων, καὶ ὀπτεύσαις ἐκ τῆς κορυφῆς, ὥσπερ εἰς φρεατείας ἔδαφος· κατελθεῖν δὲ οὔτε δυνατόν, κρημνῶδες γάρ, οὔτε ἄλλως θέμις.