Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ὧν θνητὰ μὲν τὰ σώματα, δειλοὶ δὲ οἱ βίοι, ταπεινὴ δὲ ἡ ὄψις, ἀγεννὴς δὲ ἡ θεραπεία, αἰσχρὰ δὲ ἡ τιμή.

Ἀποθνήσκει θεὸς Αἰγυπτίοις, καὶ πενθεῖται θεός· καὶ δείκνυται παρʼ αὐτοῖς ἱερὸν θεοῦ, καὶ τάφος θεοῦ.

Καὶ Ἕλληνες μὲν θύουσιν καὶ ἀνθρώποις ἀγαθοῖς, καὶ τιμῶνται μὲν αὐτῶν αἱ ἀρεταί, ἀμνημονοῦνται δὲ αἱ συμφοραί·

παρὰ δὲ Αἰγυπτίοις ἰσοτιμίαν ἔχει τὸ θεῖον τιμῆς καὶ δακρύων.