Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Τὸ δὲ βαρβαρικόν, ὁμοίως μὲν ἅπαντες ξυνετοὶ τοῦ [*](Β΄)θεοῦ, κατεστήσαντο δὲ αὐτοῖς σημεῖα ἄλλοι ἄλλα.

Πέρσαι μὲν πῦρ, ἄγαλμα ἐφήμερον, ἀκόρεστον καὶ ἀδηφάγον· καὶ θύουσιν | Πέρσαι πυρί, ἐπιφοροῦντες αὐτῷ τὴν [*](26a) πυρὸς τροφήν, ἐπιλέγοντες· [*](CH)

  • πῦρ δέσποτα, ἔσθιε.
  • Ἄξιον δὲ πρὸς τοὺς Πέρσας εἰπεῖν, Ὦ πάντων γενῶν ἀνοητότατον, οἱ τοσούτων καὶ τηλικούτων ἀγαλμάτων ἀμελήσαντες, γῆς ἡμέρου, καὶ ἡλίου λαμπροῦ, καὶ θαλάττης πλοΐμου, καὶ ποταμῶν γονίμων, καὶ ἀέρος τροφίμου, καὶ αὐτοῦ οὐρανοῦ, περὶ ἓν μάλιστα ἀσχολεῖσθε τὸ ἀγριώτατον καὶ ὀξύτατον, οὐ ξύλων αὐτῷ τροφὴν χορηγοῦντες μόνον, οὐδὲ ἱερείων, οὐδὲ θυμιαμάτων· ἀλλὰ τούτῳ τῷ ἀγάλματι καὶ τούτῳ τῷ θεῷ καὶ τὴν Ἐρετρίαν ἀναλῶσαι δεδώκατε, καὶ τὰς [*](Ed. Duebn. p. 29)Ἀθή ||νας αὐτάς, καὶ τὰ Ἰώνων ἱερά, καὶ τὰ Ἑλλή- νων ἀγάλματα.