Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ὥσπερ δέ, οἶμαι, τῷ κατὰ τὰς φωνὰς λόγῳ οὐδὲν δεῖ πρὸς σύστασιν χαρακτήρων Φοινικίων τινῶν, ἢ Ἰωνικῶν. ἢ Ἀττικῶν, ἢ Ἀσσυρίων, ἢ Ἀἰγυπτίων, ἀλλʼ ἡ ἀνθρωπίνη [*](3 Νεῖλον vi. etiam or. 25. 7 f et or. 34. 4 c || 7 ποταμοὶ sq. cf. schol. in Hes. theog. 347 || 19 φοινικίων sq. cf. Plat Phaedr. 274 d) [*](2 τιμὴ κατʼ (fuit τιμὴνκατʼ) R τιμὴ, κατʼ cett. corr. Heins. | ὠφελίαν R || 7 Ἰλισσόν (ιλ in ras.) R! || 9 τιμαῖς θεῶν Dav. τιμῶσι θεὸν Markl. μεσταὶ τιμῆς θεῶν Reiske | ἑκάστη εὔπορος Bob. (Wilam) ἑκάστης ὑπʼ ὄρος codd. ἑκάστης ἐπʼ ὄρει Heins. ἑκάστης ἐφόρῳ Petitus (miscell. libr. IV cap. 3) ἑκάστης ἐφορῶν Dav. ἑκάστης ἔφορον Markl. (Duebn.) ἑκάστη(ς) εὐπο- ροῦσιν Dürr (Hahn) ἑκάστη ὕποχος Fr. Schoell || 9.10 ἄλλο ἄλλης α(θ) ἄλλῳ ἄλλης Heins. Petitus ἄλλο, ἄλλοις Reiske || 14 προστη- σαμένης α(θ) corr Dav (Markl .) || 12 ἀστροπολοῦν MNα(δ) corr. Heins. |16 οὐδὲν Nα(δ Δ) | οὐδὲ (alt .] ἢ Bφ || 19 Φοινι- κείων Wilam. |ἢ om. α(δ) add. Markl.)

20
ἀσθένεια ἐξεῦρεν σημεῖα ταῦτα, ἐν οἶς ἀποτιθεμένη τὴν αὐτῆς ἀμβλύτητα ἐξ αὐτῶν ἀναμάττεται τὴν [*](Ed. Duebn. p. 28)αὖθις μνήμην·

οὕτως ἀμέλει καὶ τῇ τοῦ || θείου φύσει δεῖ μὲν οὐδὲν ἀγαλμάτων οὐδὲ ἱδρυμάτων, ἀλλὰ ἀσθενὲς ὄν κομιδῇ τὸ ἀνθρώπειον, καὶ διεστὸς τοῦ θείου ὅσον οὐρανὸς γῆςʼ, σημεῖα ταῦτα ἐμηχανήσατο, ἐν οἷς ἀποθήσεται τὰ τῶν θεῶν ὀνόμιατα καὶ τὰς φήμας αὐτῶν.

Οἷς μὲν οὖν ἡ μνήμη ἔρρωται, καὶ δύνανται εὐθὺ τοῦ οὐρανοῦ ἀνατεινόμενοι τῇ ψυχῇ τῷ θείῳ ἐντυγχάνειν, οὐδὲν ἴσως δεῖ τούτοις ἀγαλμάτων·

σπάνιον δὲ ἐν ἀνθρώποις τὸ τοιοῦτο γένος, καὶ οὐκ ἂν ἐντύχοις δήμῳ ἀθρόῳ τοῦ θείου μνήμονι, καὶ μὴ δεομένῳ τοιαύτης ἐπικουρίας·

οἶον καὶ τοῖς παισὶν οἱ γραμματισταὶ μηχανῶνται ὑποχαράττοντες αὐτοῖς σημεῖα ἀμυδρά, οἷς ἐπάγοντες τὴν χειρουργίαν, ἐθίζονται τῇ μνήμῃ πρὸς τὴν τέχνην.

Δοκοῦσιν δή μοι καὶ οἱ νομοθέται, καθάπερ | τινι παίδων ἀγέλῃ, ἐξευρεῖν τοῖς [*](25b) ἀνθρώποις ταυτὶ τὰ ἀγάλματα, σημεῖα τῆς πρὸς τὸ θεῖον τιμῆς, καὶ ὥσπερ χειραγωηγίαν τινὰ καὶ ὁδὸν πρὸς ἀνάμνησιν.