Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ἔστίν που καὶ ποταμῶν τιμή, ἢ κατʼ ὠφέλειαν, ὥσπερ Αἰγυπτίοις πρὸς τὸν Νεῖλον· ἢ κατὰ κάλλος, ὡς Θετταλοῖς πρὸς τὸν Πηνειόν· ἢ κατὰ μέγεθος, ὡς Σκύθαις πρὸς τὸν Ἴστρον· ἢ κατὰ μῦθον, ὡς Αἰτωλοῖς πρὸς Ἀχελῶον· ἢ κατὰ [*](25a)νόμον, ὡς Σπαρτιάταις |πρὸς τὸν Εὐρώταν· ἢ κατὰ τελετήν, ὡς Ἀθηναίοις πρὸς λισσόν.

Εἶτα ποταμοὶ μὲν διέλαχον τὰς τιμὰς κατὰ τὴν χρείαν τῶν ὠφελουμένων, καὶ αἱ τέχναι τιμῆς θεῶν ἑκάστη εὔπορος, ἄλλο ἄλλη προστησαμένη ἄγαλμα· εἰ δέ που τὶ γένος ἀνθρώπων ἐστὶν οὐ θαλάττιον οὐδὲ γεωργικὸν, ἀλλʼ ἀστυπολοῦν καὶ ἀνακεκραμένον κοινωνίᾳ πολιτικ νόμου καὶ λόγου, ἆρα τούτοις ἀγέραστον ἔσται τὸ θεῖον καὶ ἀτίμητον; ἢ τιμήσουσιν μέν, τῇ δὲ φήμῃ μόνῃ· ἀγαλμάτων δὲ καὶ ἱδρυμάτων οὐκ οἰήσονται δεῖν τοῖς θεοῖς; οὐδὲ γὰρ δεῖ τοῖς θεοῖς ἀγαλμάτων οὐδὲ ἱδρυμάτων μᾶλλον, ἢ εἰκόνων ἀγαθοῖς ἀνδράσιν.

Ὥσπερ δέ, οἶμαι, τῷ κατὰ τὰς φωνὰς λόγῳ οὐδὲν δεῖ πρὸς σύστασιν χαρακτήρων Φοινικίων τινῶν, ἢ Ἰωνικῶν. ἢ Ἀττικῶν, ἢ Ἀσσυρίων, ἢ Ἀἰγυπτίων, ἀλλʼ ἡ ἀνθρωπίνη [*](3 Νεῖλον vi. etiam or. 25. 7 f et or. 34. 4 c || 7 ποταμοὶ sq. cf. schol. in Hes. theog. 347 || 19 φοινικίων sq. cf. Plat Phaedr. 274 d) [*](2 τιμὴ κατʼ (fuit τιμὴνκατʼ) R τιμὴ, κατʼ cett. corr. Heins. | ὠφελίαν R || 7 Ἰλισσόν (ιλ in ras.) R! || 9 τιμαῖς θεῶν Dav. τιμῶσι θεὸν Markl. μεσταὶ τιμῆς θεῶν Reiske | ἑκάστη εὔπορος Bob. (Wilam) ἑκάστης ὑπʼ ὄρος codd. ἑκάστης ἐπʼ ὄρει Heins. ἑκάστης ἐφόρῳ Petitus (miscell. libr. IV cap. 3) ἑκάστης ἐφορῶν Dav. ἑκάστης ἔφορον Markl. (Duebn.) ἑκάστη(ς) εὐπο- ροῦσιν Dürr (Hahn) ἑκάστη ὕποχος Fr. Schoell || 9.10 ἄλλο ἄλλης α(θ) ἄλλῳ ἄλλης Heins. Petitus ἄλλο, ἄλλοις Reiske || 14 προστη- σαμένης α(θ) corr Dav (Markl .) || 12 ἀστροπολοῦν MNα(δ) corr. Heins. |16 οὐδὲν Nα(δ Δ) | οὐδὲ (alt .] ἢ Bφ || 19 Φοινι- κείων Wilam. |ἢ om. α(δ) add. Markl.)

20
ἀσθένεια ἐξεῦρεν σημεῖα ταῦτα, ἐν οἶς ἀποτιθεμένη τὴν αὐτῆς ἀμβλύτητα ἐξ αὐτῶν ἀναμάττεται τὴν [*](Ed. Duebn. p. 28)αὖθις μνήμην·

οὕτως ἀμέλει καὶ τῇ τοῦ || θείου φύσει δεῖ μὲν οὐδὲν ἀγαλμάτων οὐδὲ ἱδρυμάτων, ἀλλὰ ἀσθενὲς ὄν κομιδῇ τὸ ἀνθρώπειον, καὶ διεστὸς τοῦ θείου ὅσον οὐρανὸς γῆςʼ, σημεῖα ταῦτα ἐμηχανήσατο, ἐν οἷς ἀποθήσεται τὰ τῶν θεῶν ὀνόμιατα καὶ τὰς φήμας αὐτῶν.