Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Καὶ γὰρ ἐν τοῖς εὐκάρποις φυτοῖς ὁ μὲν γεωργὸς τημελῶς πρόσεισιν, ὁ δὲ κλέπτης ἐμπεσὼν δρέπει καὶ λυμαίνεται καὶ σπαράττει.

Καλὸν σῶμα ὁρᾷς ἀνθοῦν καὶ ἔγκαρπον· μὴ || χράνῃς, μὴ μιάνῃς, μὴ προσάψῃ τοῦ ἄνθους· ἐπαίνεσον, ὡς ὁδοιπόρος φυτόν ποτε· [*]((ζ 162/3)) τοῖον Ἀπόλλωνος παρὰ βωμῷ φοίνικος νέον ἔρνος ἀνερχόμενον [*](1 ἀποθανόντος συναποθνήσκει cf. Plat. symp. 179e Lucian am. 46 κἂν ἀποθάνη ζῆν οὐκ ἀνέξομαι vi. etiam or. 18.8 h vers. finem (de Achille) et or. 20. 2 b οὐ φεύγει θάνατον || 12 λανθά- νειν εὔχεται sq. cf. Muson. ap. Stob. flor 6. 61 lulian. V 198 c Plut. ap. Stob. flor. 6. 46 || 13.14 ἐν τοῖς εὐκάρποις φυτοῖς sq. vi simil. or. 20. 9 b: 21. 8 d) [*](17 καλὸν — 19 ποτε p) [*](3 ὁ δὲ] οὐδὲ ΜΝ || 5 ἐρημίᾳ α(δ Δ) || 9 ὀμίχλην Homerus 10. 11 δέ τ᾿ ἀγαθήν Η(Δ°) || 13.14 ἐγκάρποις Mdarkl. || 18 προ- σάψῃ-τοῦ R! || 20 τοιοῦτον N)

242
εἰσενόησα· φεῖσαι τοῦ φυτοῦ τοῦ Ἀπόλλωνος καὶ τοῦ Διός, ἀνάμεινον τοὺς καρπούς, καὶ ἐρασθήσῃ δικαιότερον.

Οὐ χαλεπὸν τὸ ἔργον· οὐ γὰρ Σωκράτους μόνον· οὐδὲ φιλοσόφου μόνον. Ἤδη καὶ Σπταρτιάτης ἀνὴρ οὐκ ἐν Λυκίῳ τραφείς, οὐδὲ ἐν Ἀκαδημίᾳ γυμνασάμενος, οὐδὲ ἐν φιλοσοφία πεπαιδευμένος, ἐντυχὼν μειρακίῳ βαρβαρικῷ μέν, ἀλλ᾿ ἄκρως καλῷ καὶ ἀνθοῦντι ἄρτι, ἠράσθη μὲν αὐτοῦ· πῶς δ᾿ οὐκ ἔμελλεν; ἀλλ᾿ οὐ περαιτέρω τῶν ὀφθαλμῶν.

Ἐπαινῶ τῆς ἀριστείας τὸν Ἀγησίλαον μᾶλλον, ἢ τὸν Λεωνίδην μαχίμων· ἀμαχώτερος γὰρ ὁ ἔρως ἦν τοῦ βαρβάρου· καὶ τὰ τοῦ ἔρωτος βλήματα τιτρώσκει μᾶλλον ἢ τὰ Καδούσια ἢ τὰ Μηδικά.

Τοιγαροῦν ὁ Ξέρξης μὲν ἐπέβη Λεωνίδου κειμένου, καὶ παρῆλθεν ἔσω Πυλῶν· Ἀγησιλάῳ δὲ μέχρι τῶν ὀφθαλμῶν προσελθὼν ὁ ἔρως, ἐνταῦθα ἔστη ἐπὶ θύραις τῆς ψυχῆς· μεῖζον τὸ ἔργον· δίδωμι τὰ |ἀριστεῖα.