Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ὁ δὲ ἕτερος ἐραστὴς θεοῖς μὲν ἐχθρός, [*](90a)πλημμε|λὴς γάρ· ἐχθρὸς δὲ καὶ νόμῳ, παράνομος γάρ· ἀθαρσής, δύσελπις, αἰδοῦς ἄπορος, ἐρημίας φίλος καὶ νυκτὶ καὶ φωλεοῖς· μηδαμοῦ ἂν ἐθέλων ὀφθῆναι συνδιημερεύων τοῖς παιδικοῖς, φεύγων ἥλιον, διώκων νύκτα καὶ [*]((Γ 9/10))

  • ὁμίχλην
  • ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δὲ
  • ἀγαθήν.

    μὲν ποιμένι ἔοικεν, ὁ δὲ κλέπτῃ ἔοικεν, καὶ λανθάνειν εὔχεται· οἶδεν γὰρ τὸ κακὸν ὃ δρᾷ, ἀλλὰ εἰδὼς ὑφ᾿ ἡδονῆς ἕλκεται.

    Καὶ γὰρ ἐν τοῖς εὐκάρποις φυτοῖς ὁ μὲν γεωργὸς τημελῶς πρόσεισιν, ὁ δὲ κλέπτης ἐμπεσὼν δρέπει καὶ λυμαίνεται καὶ σπαράττει.

    Καλὸν σῶμα ὁρᾷς ἀνθοῦν καὶ ἔγκαρπον· μὴ || χράνῃς, μὴ μιάνῃς, μὴ προσάψῃ τοῦ ἄνθους· ἐπαίνεσον, ὡς ὁδοιπόρος φυτόν ποτε· [*]((ζ 162/3)) τοῖον Ἀπόλλωνος παρὰ βωμῷ φοίνικος νέον ἔρνος ἀνερχόμενον [*](1 ἀποθανόντος συναποθνήσκει cf. Plat. symp. 179e Lucian am. 46 κἂν ἀποθάνη ζῆν οὐκ ἀνέξομαι vi. etiam or. 18.8 h vers. finem (de Achille) et or. 20. 2 b οὐ φεύγει θάνατον || 12 λανθά- νειν εὔχεται sq. cf. Muson. ap. Stob. flor 6. 61 lulian. V 198 c Plut. ap. Stob. flor. 6. 46 || 13.14 ἐν τοῖς εὐκάρποις φυτοῖς sq. vi simil. or. 20. 9 b: 21. 8 d) [*](17 καλὸν — 19 ποτε p) [*](3 ὁ δὲ] οὐδὲ ΜΝ || 5 ἐρημίᾳ α(δ Δ) || 9 ὀμίχλην Homerus 10. 11 δέ τ᾿ ἀγαθήν Η(Δ°) || 13.14 ἐγκάρποις Mdarkl. || 18 προ- σάψῃ-τοῦ R! || 20 τοιοῦτον N)

    242
    εἰσενόησα· φεῖσαι τοῦ φυτοῦ τοῦ Ἀπόλλωνος καὶ τοῦ Διός, ἀνάμεινον τοὺς καρπούς, καὶ ἐρασθήσῃ δικαιότερον.

    Οὐ χαλεπὸν τὸ ἔργον· οὐ γὰρ Σωκράτους μόνον· οὐδὲ φιλοσόφου μόνον. Ἤδη καὶ Σπταρτιάτης ἀνὴρ οὐκ ἐν Λυκίῳ τραφείς, οὐδὲ ἐν Ἀκαδημίᾳ γυμνασάμενος, οὐδὲ ἐν φιλοσοφία πεπαιδευμένος, ἐντυχὼν μειρακίῳ βαρβαρικῷ μέν, ἀλλ᾿ ἄκρως καλῷ καὶ ἀνθοῦντι ἄρτι, ἠράσθη μὲν αὐτοῦ· πῶς δ᾿ οὐκ ἔμελλεν; ἀλλ᾿ οὐ περαιτέρω τῶν ὀφθαλμῶν.

    Ἐπαινῶ τῆς ἀριστείας τὸν Ἀγησίλαον μᾶλλον, ἢ τὸν Λεωνίδην μαχίμων· ἀμαχώτερος γὰρ ὁ ἔρως ἦν τοῦ βαρβάρου· καὶ τὰ τοῦ ἔρωτος βλήματα τιτρώσκει μᾶλλον ἢ τὰ Καδούσια ἢ τὰ Μηδικά.