Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ὁ δὲ ἐραστὴς ὁ φιλάνθρωπος θεραπεύει τὰ παιδικὰ ἐπὶ κοινωνίᾳ τῆς ἀρετῆς, θεραπεύει δὲ ἐπιλεξάμενος τὰ ἐπιτηδειότατα, ἐπιτήδεια δὲ εἰς προσδοκίαν ἀρετῆς τὰ κάλλιστα.

Τὸ δὲ κάλλος, τὸ αὐτὸ ὄν, ἀλλοιότερον μὲν φαίνεται μοχθηροῖς ὀφθαλμοῖς, ἀλλοιότερον δὲ ἐρασταῖς νομίμοις· καὶ γὰρ τὸ ξίφος, τὸ αὐτὸ ὄν, ἀλλοιότερον [*](89 b) μὲν φαίνεται τῷ ἀριστεῖ, ἀλλοιότερον δὲ τῷ δημίῳ· καὶ τὴν μὲν Πενελόπην ἀλλοίως μὲν Ὀδυσσεὺς ὁρᾷ, ἄλλως δὲ ὁ Εὐρύμαχος·

καὶ τὸν ἥλιον ἄλλως μὲν ὁρᾷ Πυθαγόρας, ἄλλως δὲ Ἀναξαγόρας, Πυθαγόρας μὲν ὡς θεόν, Ἀναξαγόρας δὲ ὡς λίθον· καὶ τὴν ἀρετὴν ἄλλως μὲν διώκει Σωκράτης, ἄλλως δὲ Ἐπίκουρος, Σωκράτης μὲν ὡς εὐδαιμονίας ἐραστής, Ἐπίκουρος δὲ ἡδονῆς.

Οὕτω καὶ καλὸν σῶμα ἄλλως μὲν διώκει Σωκράτης, ἄλλως δὲ Κλεισθένης, Σωκράτης μὲν ὡς ἀρετῆς ἐραστής, Κλεισθένης δὲ ὡς ἡδονῆς.

Ὁπόταν τοίνυν ἀκούσῃς ἐρῶντα μὲν τὸν φιλόσοφον, [*](2 ἐπὶ κοινωνίᾳ τῆς ἀρετῆς cf. Lucian. am. 23 ψυχῆς γὰρ ἔρωτα πλάττονται (οἱ Σωκρατικοὶ) καὶ τὸ τοῦ σώματος εὔμορφον αἰδούμενοι φιλεῖν ἀρετῆς καλοῦσιν ἑαυτοὺς ἐραστάς Athen. XIII 563 f Plut. amat. 14 et 5 πρόφασις οὖν φιλία καὶ ἀρετή Lucian vit. auct. 15 | ἐπιλεξάμενος sq. cf. Plat. symp 210a || 11 Ἀναξα- γόρας ὡς λίθον cf. Stob. ecl. l 209 (Aetius II 20. 6) Orig.c. Cels. 239 Plut. de superest. 10 Plat. apol. 26d) [*](9 τὸν ἥλιον — 14 ἡδονῆς p || 17 ἐρῶντα — p. 240. 2 ἐνί v (: προσείποις)) [*](10 πυθαγόρας 11 ἀναξαγόρας περὶ ἡλίου in mge (schol. recent.) R!) [*](3 ἐπιτηδειότατα] ἐπιτήδεια Meiser | ἐπιτήδεια] ἐπιτηδειότατα Markl. Meiser || 8 μὲν (ante Πενελόπην) om. Ϛ(δ Δ) |ἀλλοίως] ἄλλως α(δ) μὲν (ante Ὀδυσσεὺς) om. α(δ) || 9 ἄλλως] ἀλλοίως Η(Δ) δὲ (post ἄλλως) om. α(δ) || 14 δὲ 〈ὡς〉 ἡδονῆς Ν (in mge) („tamuquam voluptatis amator“ σ²))

240
ἐρῶντα δὲ καὶ τὸν μοχθηρὸν ἄνδρα, μὴ προσείπῃς τὸ γιγνόμενον ὀνόματι ἐνί. Ὁ μὲν ἐφ᾿ ἡδονὴν· οἰστρεῖ, ὁ δὲ κάλλους ἐρᾷ· ὁ μὲν ἄκων νοσεῖ, ὁ δὲ ἑκὼν ἐρᾷ· ὁ μὲν ἐπ᾿ ἀγαθῷ ἐρᾷ τοῦ ἐρωμένου, ὁ δὲ ἐπ᾿ ὀλέθρῳ ἀμφοῖν.