Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

μήτε δι᾿ ἐξουσίας βιάσασθαι πρὸς τὰ κρείττω (Ἡρακλέους γὰρ αὐτοῖς πρὸς τοῦτο ἔδει, ἢ Θησέως, ἤ τινος ἄλλου σωφρονιστοῦ ἰσχυροῦ), μήτε πεῖσαι λόγῳ (ἀπειθὲς γὰρ χρῆμα ἐπιθυμία προσλαβοῦσα οἶστρον, καὶ προσελθοῦσα ἐγγύτατα μανίᾳ)·

οὕτω δὴ ὁ Σωκράτης τὸ μὲν ὑπεριδεῖν παντάπασιν τῶν νεανίσκων καὶ τῶν μειρακίων οὐκ ἠνέσχετο οὐδὲ πρὸς τὴν σωτηρίαν αὐτῶν ἐξέκαμεν, ἐξεῦρεν δὲ μηχανὴν ἑκουσίου ἄγωγῆς [*](Ed. Duebn. p. 101) τοιανδε τινα.

Φράσω δὲ αὐτὴν κατὰ τοὺς τοῦ Φρυγὸς λόγους μῦθον πλάττων.

Ποιμὴν ἀνὴρ καὶ μάγειρος ἐβάδιζον ἄμφω κοινὴν ὁδόν· ἰδόντες δὲ ἐκ ποίμνης ἄρνα εὐτραφῆ πλανώμενον, ἀπολειφθέντα τῶν συννόμων, [*](88 b)ὤσαντο |ἐπ᾿ αὐτὸν ἄμφω·

ἦν ἄρα τότε ὁμόφωνα καὶ τὰ θηρία τοῖς ἀνθρώποις·

ρωτᾶ ὁ ἀμνός, τίς ὡς ἑκάτερος [*](3.4 Ἡρακλέους . . σωφρονιστοῦ vi. or. 15 6 d; 24. 2 g; 32. 7 a cf. Themist. 34. 28 π. ἀρετῆς (Mus. Rhen.) 27. 450 Lucian. vit auct. 8 cyn. 13 (cum Theseo) || 13 ποιμὴν ἀνὴρ καὶ μάγειρος cf Dio Chrys. 4. 44 de rege et tyranno Themist. 13 171 d || 16 ὁμό- φωνα sq. vi. or. 32. 1 a sq.) [*](16 ἦν ἄρα — 17 ἀνθρώποις (: ὁμόφωνα nomine Himerii!)) [*](13 in mge αἰσώπειος μῦθος (schol. recent.)) [*](1 Κλειδοσθένης RM Κληδοσθένης Να(δ) (ut Κλειδο -ποιός κλειδο-φύλαξ κλειδοῦχος κλειδο-φόρος iuxta κλει(δ)-σθένης κλεῖδ)- σ-μα κλειστός κλειθρίᾳ)] Κλεισθένης ΗφΔ (uod Κλεο -σθένης esse falso vult Etym magn s. v.) || 1.2 τῶν δύναμιν ΜΝα(δ) τῶνδε δύναμιν Dav. διὰ uncis incl. Duebn. improbante Schenkl 2 ἀρχικὴν] ἀρχὴν Duk. || 7 προελθοῦσα Markl. (Duebn.) | μανίας Markl. (Duk.) οὗτος Dav. τοῦτο Markl. | δὴ ὁ] δείσας Markl defendit Κnebel || 9 μειων (suprascr. ρακί) R! || 10 δὲ ÷÷ : μη- χανὴν R! || 13 in mge μῦθος (schol. vet. b) R! 17 τίς ὢν ἑκάτερος φα(δ Δ) sed cf. Thucyd. III 74 Passow gr. Wtb. s. v. ὡς )

236
ἐθέλει αὐτὸν μεταχειρίσασθαι καὶ ἄγειν.

Ὡς δὲ ἐπύθετο τἀληθῆ αὐτά, τὴν ἀμφοῖν τέχνην, φέρων ἑαυτὸν ἐπιτρέπει τῷ ποιμένι· ῾ σὺ μὲν γὰρ δήμιός τις εἶ καὶ μιαιφόνος τῆς ἀρνῶν ποίμνης, τούτῳ δὲ ἐξαρκέσει, ἂν καλῶς τὰ ἡμέτερα ἔλθῃ.

Εἴκαζε, εἰ βούλει, κατὰ τὸν μῦθον, τοὺς μὲν ἐραστὰς ἐκείνους μαγείροις πολλοῖς, τὸν δὲ Σωκράτην ποιμένι ἐνί, τὰ δὲ μειράκια τὰ Ἀττικὰ θρέμμασιν πλανωμένοις, ὁμοφώνοις ἀληθῶς, οὐ κατὰ τὴν ἐν τοῖς μύθοις ἐξουσίαν.

Τί ἂν οὖν δράσαι ὁ ποιμὴν οὗτος ὁρῶν τοὺς δημίους τῆς τῶν μειρακίων ὥρας ἐφιεμένους καὶ δρόμῳ ἐπ᾿ αὐτὴν ὠθουμένους; ἆρα ἀνέξεται καὶ τὴν ἡσυχίαν ἄγων στήσεται; οὕτω μὲν εἴη ἂν μιαιφονώτερος αὐτῶν τῶν δημίων. Οὐκοῦν θεύσεται, καὶ κοινωνήσει τοῦ δρόμου, καὶ διώξεται σὺν αὐτοῖς, οὐκ ἐπὶ τῇ ἴσῃ.