Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ἐρωτικὸν δὲ καὶ τὸ τυχεῖν ἐθέλοντα ἐξουσίας πρὸς [*](5 Ἀλέξανδρος vi. or. 30. 5c || 11 τὸν χαμαιεύνην ἔρωτα vi. or. 18. 5c ὅτι ὁ Ζεὺς sq. || 14 τὸν ἀνδρεῖον ἐπὶ τῷ Πατρόκλῳ cf. Lucian. am. 54 Plat. symp. 180a Xenoph. conv. 8. 31 Sext. Emp. hyp. IIl 24. 176 Hug ad Plat. l. l. || 16 νέων καὶ καλῶν sq. spectat Phaedri argumentationem ap. Plat. symp. 180a) [*](1 ὁ μέν ἀποφλογοῦται — πᾶσιν v (: φλογοῦται)) [*](5 ὁ (ante Ἀλέξανδρος) om. Nα(δΔ⁰) | ἐπανιέναι δΔ (tacite) sed vi. or. 12. 6a ἐπεξεῖναι or. 17. 1d ἀπεῖναι al. || 7 οἷον] οἷος Schenkl Meiser οἷον 〈ὁ〉 Markl. (Duebn.) || 10 οὔτε μητρὸς 〈οὔτε πατρὸς〉 τοσουτονὶ Κnebel Meiser | αὑτῷ α(δΔ⁰) || 11 ἔδειξεν (εν in ras.) R! | χαμεύνην N (in mge corr.) α(δΔ⁰) || 12 τὸν ὑβριστὴν — 13 ἐπὶ τῆς om. M || 15 καὶ (ante μέχρι) om. MNα(δ) || 18 πα- ραμυθεῖται in ras. R! παραμυθεῖ α(δ) || 19 καὶ in ras. R!)

230
μάχην δακρῦσαι ὡς οὐκ ἀνεξομένου τοῦ ἐραστοῦ· ὁ δὲ ἐφίησιν, καὶ τοῖς αὐτοῦ ὅπλοις κοσμεῖ, καὶ βραδύνοντος περιδεῶς ἔχει, καὶ ἀποθανόντος ἀποθανεῖν ἐρᾷ, καὶ τὴν ὀργὴν κατατίθεται·

τικὰ δὲ καὶ τὰ ἐνύπνια, καὶ τὰ ὀνείρατα, καὶ τὰ δάκρυα, καὶ τὸ τελευταῖον δῶρον ἤδη θαπτομένῳ ἡ κόμη. Ταῦτα μὲν τὰ Ὁμήρου ἐρωτικά.

Ἡσιόδῳ δὲ ἀείδουσιν αἱ μοῦσαι τί ἄλλο ἢ γυναικῶν ἔρωτας, καὶ ἀνδρῶν; καὶ ποταμῶν ἔρωτας καὶ

βασιλέων καὶ φυτῶν; Τὸν δὲ Ἀρχιλόχου ἔρωτα, ὑβριστὴς

γάρ, χαίρειν ἐῶ. Ὁ δὲ τῆς Λεσβίας (εἴτοι χρὴ πρεσβύτερα τοῖς νέοις εἰκάσαι) τί ἂν εἴη ἄλλο, ἢ αὐτό, ἡ Σωκράτους τέχνη ἐρωτική; Δοκοῦσιν γάρ μοι τὴν καθ᾿ αὑτὸν ἑκάτερος φιλίαν, ἡ μὲν γυναικῶν, ὁ δὲ ἀρρένων, ἐπιτηδεῦσαι. Καὶ γὰρ πολλῶν ἐρᾶν ἔλεγον, καὶ ὑπὸ πάντων ἁλίσκεσθαι τῶν καλῶν·