Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

τοιοῦτος αὐτῷ ὁ Ἀλέξανδρος, οἷος ἐκ μάχης ἐπανεῖναι εἰς τὸν θάλαμον καὶ ἀεὶ μοιχῷ ἐοικέναι. Ἔστιν αὐτῷ καὶ δίκαιος ἔρως παῤ ἀμφοῖν ἴσος οἷον τῆς Ἀνδρομάχης καὶ τοῦ Ἕκτορος· ἡ μὲν πατέρα καὶ ἀδελφὸν καλεῖ τὸν ἄνδρα καὶ ἐραστήν, καὶ πάντα δὴ τὰ φίλτατα ὀνόματα· ὁ δὲ οὔτε μητρὸς τοσουτονὶ αὐτῷ μέλειν, ὅσον ἐκείνης, λέγει.

Ἔδειξεν καὶ τὸν χαμαιεύνην ἔρωτα ἐπὶ τῆς Ἥρας καὶ τοῦ Διός· καὶ τὸν ὑβριστὴν ἐπὶ τῶν μνηστήρων· καὶ τὸν γόητα ἐπὶ τῆς Καλυψοῦς· καὶ τὸν φαρμακέα ἐπὶ τῆς Κίρκης· καὶ τὸν ἀνδρεῖον ἐπὶ τῷ Πατρόκλῳ, τὸν πόνῳ κτητὸν καὶ χρόνῳ, καὶ μέχρι θανάτου προερχόμενον, νέων καὶ καλῶν ἀμφοτέρων, καὶ σωφρόνων, [*](87a)τοῦ μὲν παιδεύοντος, τοῦ δὲ παι|δευομένου· ὁ μὲν χθεται, ὁ δὲ παραμυθεῖται· ὁ μὲν ἄδει, ὁ δὲ ἀκροᾶται·

ἐρωτικὸν δὲ καὶ τὸ τυχεῖν ἐθέλοντα ἐξουσίας πρὸς [*](5 Ἀλέξανδρος vi. or. 30. 5c || 11 τὸν χαμαιεύνην ἔρωτα vi. or. 18. 5c ὅτι ὁ Ζεὺς sq. || 14 τὸν ἀνδρεῖον ἐπὶ τῷ Πατρόκλῳ cf. Lucian. am. 54 Plat. symp. 180a Xenoph. conv. 8. 31 Sext. Emp. hyp. IIl 24. 176 Hug ad Plat. l. l. || 16 νέων καὶ καλῶν sq. spectat Phaedri argumentationem ap. Plat. symp. 180a) [*](1 ὁ μέν ἀποφλογοῦται — πᾶσιν v (: φλογοῦται)) [*](5 ὁ (ante Ἀλέξανδρος) om. Nα(δΔ⁰) | ἐπανιέναι δΔ (tacite) sed vi. or. 12. 6a ἐπεξεῖναι or. 17. 1d ἀπεῖναι al. || 7 οἷον] οἷος Schenkl Meiser οἷον 〈ὁ〉 Markl. (Duebn.) || 10 οὔτε μητρὸς 〈οὔτε πατρὸς〉 τοσουτονὶ Κnebel Meiser | αὑτῷ α(δΔ⁰) || 11 ἔδειξεν (εν in ras.) R! | χαμεύνην N (in mge corr.) α(δΔ⁰) || 12 τὸν ὑβριστὴν — 13 ἐπὶ τῆς om. M || 15 καὶ (ante μέχρι) om. MNα(δ) || 18 πα- ραμυθεῖται in ras. R! παραμυθεῖ α(δ) || 19 καὶ in ras. R!)

230
μάχην δακρῦσαι ὡς οὐκ ἀνεξομένου τοῦ ἐραστοῦ· ὁ δὲ ἐφίησιν, καὶ τοῖς αὐτοῦ ὅπλοις κοσμεῖ, καὶ βραδύνοντος περιδεῶς ἔχει, καὶ ἀποθανόντος ἀποθανεῖν ἐρᾷ, καὶ τὴν ὀργὴν κατατίθεται·

τικὰ δὲ καὶ τὰ ἐνύπνια, καὶ τὰ ὀνείρατα, καὶ τὰ δάκρυα, καὶ τὸ τελευταῖον δῶρον ἤδη θαπτομένῳ ἡ κόμη. Ταῦτα μὲν τὰ Ὁμήρου ἐρωτικά.