Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Οὐδὲν γὰρ αὐτὸς αὐτῷ ὅμοιος ὁ Σωκράτης ἐρῶν τῷ σωφρονοῦντι, καὶ ὁ ἐκπληττόμενος τοὺς καλοὺς τῷ ἐλέγχοντι τοὺς ἄφρονας, ὁ Λυσίου τῶν ἐρωτικῶν ἀντίτεχνος, ὁ Κριτοβούλου ἁπτόμενος, ὁ ἀπὸ κυνηγεσίου τῆς Ἀλκιβιάδου ὥρας παραγινόμενος, ὁ Χαρμίδην τεθηπώς.

Πῶς γὰρ ὅμοια ταῦτα φιλοσόφῳ βίῳ; οὐ τῇ πρὸς τὸν δῆμον παρρησίᾳ, οὐδὲ τῇ πρὸς τοὺς τυράννους ἐλευθερίᾳ, τὸν οὐδὲ τῇ ἐπὶ Δηλίῳ ἀριστείᾳ, οὐδὲ τῇ | πρὸς [*](85 b) τοὺς δικαστὰς ὑπεροψίᾳ, οὐδὲ τῇ ἐπὶ τὸ δεσμωτήριον ὁδῷ, οὐδὲ τῇ πρὸς τὸν θάνατον παρασκευῇ· πολλοῦ γε καὶ δεῖ.

Εἰ μὲν γὰρ ἀληθῆ ταῦτα, εὐφημεῖν ἄξιον· εἰ δὲ αἰνίττεται δι᾿ αἰσχρῶν ῥημάτων πράξεις καλάς, δεινὸν καὶ σφαλερὸν τὸ χρῆμα. Τὸ γὰρ ὑποβαλεῖν αἰσχρῷ καλόν, καὶ τὰ ὠφελοῦντα διὰ τῶν βλαπτόντων ἐπιδείκνυσθαι, οὐκ ὠφελοῦν βουλομένου ἔργον (τὸ γὰρ ὠφελοῦν ἀφανὲς) ἀλλὰ βλάπτειν· πρόχειρον γὰρ τοῦτο.

[*](6 ὁ Λυσίου τῶν ἐρωτικῶν ἀντίτεχνος cf. Plat. Phaed. 60 d ὅτι οὐκ ἐκείνῳ (Εueno) βουλόμενος οὐδὲ τοῖς ποιήμασιν αὐτοῦ ἀντίτεχνος εἶναι ἐποίησα ταῦτα || 7 Κριτοβούλου sq. cf. Xenoph. conv. IV 28 ἀπὸ κυνηγεσίου sq. e Plat. Protag 309 a etiam symup. 213 b || 8 ὁ Χαρμίδην τεθηπώς cf. Plat. Charm. 154 b 9.10 τῇ πρὸς τὸν δῆμον παρρησίᾳ cf. Plat. apol 32 a || 10 τῇ πρὸς τυράννους ἐλευθερίᾳ cf. Plat. apol 32 c || 11 τῇ ἐπὶ Δηλίῳ ἀριστείᾳ cf. Plat. symp. 219 e)[*](1 διατεθρυλημένος R! διατεθρυλλημένος certt. (δ Δ°) || 2 〈καὶ〉 διὰ ΜΝα(δ) || 2. 3 δυνατὸν δὲ τῇ μιμήσει] δυνατὸν δ᾿ ἐν τῇ μιμήσει Duk συνετὸν δ᾿ ἐν τῇ νοήσει Markl. || 4 Σωκράτης ὁ ἐρῶν Reiske || 6 ἀντίτεχνος (ο in ras.) R! 18 ὠφελοῦν] ὠφε- λεῖν ϛ(δ Δ) sed vi. similem variationemo or. 5. 4 h εἰ μὲν ἀνύτει τι . . . εἰ δὲ ἐπισφαλές)
225

Ταῦτα οἶμαι Θρασύμαχον ἂν εἰπεῖν, ἢ Καλλίαν, ἢ Πῶλον, ἢ ὅστις ἄλλος τῇ Σωκράτους φιλοσοφία ἐπολέμει.