Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

αὐτὸς δὲ δὴ Σωκράτης, ὁ ἐραστὴς μὲν σοφίας, πενίας δὲ κρείττων, ἡδονῆς δὲ ἐχθρός, ἀληθείας δὲ φίλος, οὕτω σφαλεροὺς καὶ κινδυνώδεις λόγους ταῖς αὐτοῦ ὁμιλίαις ἀνεκέρασεν, ὥστε τὰ Ὁμηρου αἰνίγματα πόρρω πάνυ εἶναι τῆς αἰτίας, τοῖς ἐκείνου παραβαλλόμενα.

Αὐτίκα καὶ ὁ μὲν περὶ τοῦ Διὸς τοιαῦτα ἀκούσας, καὶ τοῦ Ἀπόλλωνος, καὶ τῆς Θέτιδος, καὶ τοῦ Ἡφαίστου, καταμαντεύεται τοῦ λόγου, ὡς φησὶ μὲν ταῦτα, ἕτερα δὲ αἰνίττεται· καὶ παρεὶς τῇ ἀκοῇ τὸ τερπνόν, συναγωνίζεται τῷ ποιητῇ, καὶ συνεξαίρεται τῇ φαντασίᾳ, καὶ συναναπλάττει τὸν λόγον, ἀπιστῶν ὁμοῦ καὶ χαίρων τῇ τῆς μυθολογίας ἐξουσία.

δὲ Σωκράτης ἡμῖν ἐπ᾿ [*](1 γελῶντες θεοὶ cf. Plat. republ. lII 389a vi. etiam simil or 4.4 b || 2 Ἀχιλλεὺς διώκων = or.23.1 d vi. etiam or. 7. 6 b || 4 ὀδυ- ρόμενοι θεοί vi. or. 5.5 c cf Plat. republ lII 388 b πολὺ δ᾿ ἔτι τούτων μᾶλλον δεησόμεθα μήτοι θεούς γε ποιεῖν ὀδυρομένους καὶ λέγοντας ὤμοι ἐγὼ δειλὴ sq. et c αἲ αἲ ἐγών, ὅτε μοι Σαρπήδονα sq.) [*](1 καὶ γελῶντες om. in mage add. man. eadem R! || 5 (et 8) ὦμοι || 8 δειλή in ras R! || 11 μὲν τῆς σοφίας α (θ) || 12 δὲ (ante φίλος) om suprascr. man antiqua R! || 13 αὐτοῦ α (θ) 15 καὶ ὁ] γὰρ ὁ Reiske (Duk. Duebn.) ἕκαστος Schenkl καὶ del. Markl)

224
ἀληθείᾳ διατεθρυλημένος, ἐπισφαλέστερος ἐν οἷς αἰνίττεται, διὰ τὸ ἀξιόπιστον μὲν ἐν τοῖς λόγοις, δυνατὸν δὲ τῇ μιμήσει, ἀνόμοιον δ᾿ ἐν τοῖς ἔργοις.

Οὐδὲν γὰρ αὐτὸς αὐτῷ ὅμοιος ὁ Σωκράτης ἐρῶν τῷ σωφρονοῦντι, καὶ ὁ ἐκπληττόμενος τοὺς καλοὺς τῷ ἐλέγχοντι τοὺς ἄφρονας, ὁ Λυσίου τῶν ἐρωτικῶν ἀντίτεχνος, ὁ Κριτοβούλου ἁπτόμενος, ὁ ἀπὸ κυνηγεσίου τῆς Ἀλκιβιάδου ὥρας παραγινόμενος, ὁ Χαρμίδην τεθηπώς.

Πῶς γὰρ ὅμοια ταῦτα φιλοσόφῳ βίῳ; οὐ τῇ πρὸς τὸν δῆμον παρρησίᾳ, οὐδὲ τῇ πρὸς τοὺς τυράννους ἐλευθερίᾳ, τὸν οὐδὲ τῇ ἐπὶ Δηλίῳ ἀριστείᾳ, οὐδὲ τῇ | πρὸς [*](85 b) τοὺς δικαστὰς ὑπεροψίᾳ, οὐδὲ τῇ ἐπὶ τὸ δεσμωτήριον ὁδῷ, οὐδὲ τῇ πρὸς τὸν θάνατον παρασκευῇ· πολλοῦ γε καὶ δεῖ.

Εἰ μὲν γὰρ ἀληθῆ ταῦτα, εὐφημεῖν ἄξιον· εἰ δὲ αἰνίττεται δι᾿ αἰσχρῶν ῥημάτων πράξεις καλάς, δεινὸν καὶ σφαλερὸν τὸ χρῆμα. Τὸ γὰρ ὑποβαλεῖν αἰσχρῷ καλόν, καὶ τὰ ὠφελοῦντα διὰ τῶν βλαπτόντων ἐπιδείκνυσθαι, οὐκ ὠφελοῦν βουλομένου ἔργον (τὸ γὰρ ὠφελοῦν ἀφανὲς) ἀλλὰ βλάπτειν· πρόχειρον γὰρ τοῦτο.

[*](6 ὁ Λυσίου τῶν ἐρωτικῶν ἀντίτεχνος cf. Plat. Phaed. 60 d ὅτι οὐκ ἐκείνῳ (Εueno) βουλόμενος οὐδὲ τοῖς ποιήμασιν αὐτοῦ ἀντίτεχνος εἶναι ἐποίησα ταῦτα || 7 Κριτοβούλου sq. cf. Xenoph. conv. IV 28 ἀπὸ κυνηγεσίου sq. e Plat. Protag 309 a etiam symup. 213 b || 8 ὁ Χαρμίδην τεθηπώς cf. Plat. Charm. 154 b 9.10 τῇ πρὸς τὸν δῆμον παρρησίᾳ cf. Plat. apol 32 a || 10 τῇ πρὸς τυράννους ἐλευθερίᾳ cf. Plat. apol 32 c || 11 τῇ ἐπὶ Δηλίῳ ἀριστείᾳ cf. Plat. symp. 219 e)[*](1 διατεθρυλημένος R! διατεθρυλλημένος certt. (δ Δ°) || 2 〈καὶ〉 διὰ ΜΝα(δ) || 2. 3 δυνατὸν δὲ τῇ μιμήσει] δυνατὸν δ᾿ ἐν τῇ μιμήσει Duk συνετὸν δ᾿ ἐν τῇ νοήσει Markl. || 4 Σωκράτης ὁ ἐρῶν Reiske || 6 ἀντίτεχνος (ο in ras.) R! 18 ὠφελοῦν] ὠφε- λεῖν ϛ(δ Δ) sed vi. similem variationemo or. 5. 4 h εἰ μὲν ἀνύτει τι . . . εἰ δὲ ἐπισφαλές)
225

Ταῦτα οἶμαι Θρασύμαχον ἂν εἰπεῖν, ἢ Καλλίαν, ἢ Πῶλον, ἢ ὅστις ἄλλος τῇ Σωκράτους φιλοσοφία ἐπολέμει.

ψέῤ ἐπαμύνωμεν τῷ λόγῳ, μὴ εἰκαῖα φλυαρῶμεν. Καὶ δή μοι δοκῶ βούλεσθαι μὲν ταῦτα, δύνασθαι δὲ ἧττον· χρὴ δὲ ὁμοῦ τῷ βούλεσθαι καὶ δύνασθαι.

Ὧδε τοίνυν δράσωμεν περὶ ῥᾳστώνην τοιαύτην τῷ 5 λόγῳ, οἵαν καὶ εἰς τὰ δικαστήρια εἰσαγγελλόμενοι ἢ κινδυνεύοντες· [*](Ed. Duebn. p. 98) οὐ περὶ τοῦ πράγματος ἀπολογοῦνται μόνον, ὑπὲρ ὅτου ἡ εἰσαγγελία ἐγένετο, ἀλλ᾿ ἠρέμα εἰς ἄλλους ἀξιοχρεωτέρους τρέπουσι τὴν αἰτίαν, τῇ πρὸς ἐκείνους κοινωνίᾳ κατασμικρύνοντες τὰ αὐτῶν.

Οὐκοῦν καὶ ἡμεῖς περὶ Σωκράτους, εἰ μὲν ὀρθῶς ταῦτα ἔδρα ἢ μή, σκοπεῖν ἀναθησόμεθα σμικρόν, ὅσον τὸ

κατγόρους· ὅτι ‘ἡμῖν δοκεῖτε, ὦ ἄνδρες, ἀτοπώτεροι [*](1 Θρασύμαχον . . Καλλίαν . . Πῶλον vi. or. 26.5g τοῦτον sq.cf Epict. diss. IV 5. 3 || 6 ὁμοῦ τῷ βούλεσθαι καὶ δύνασθαι vi or 38. 6 d || 13 εἰ μὲν ὀρθῶς sq. vi. or. 3. 3 a || 16. p. 226 1 ἀτοπώτεροι συκοφάνται Ἀνύτου καὶ Μελήτου vi. or. 3.1 b ἀλλὰ πικροτέρους sq.) [*](1 in mge θρασύμαχος | καλλίας | πῶλος (schol. recent.) 10 in mge εἰσαγγελία (schol. recent.) R! || 16 in mge σημείωσαι: ἀνύτου καὶ μελήτου ὑμεῖς δοκεῖτε ἀτοπώτεροι εἶναι συκοφάνται (verbo ἀτοπώτεροι al. man. suprascriptum ἔστι μωρὸς) (schol. re- cent.) R!) [*](1 ἂν (ante εἰπεῖν) om. Δ° add. Markl. | Καλλίαν] Καλλικλέα Markl.(Duk.) | 4 εἰκαῖα Hob. ἱκανὰ codd.(δΔ°)quod idem valere ac συχνὰ arbitratus defendit Schenkl κενὰ Reiske (Duebn.) || 7 δρά- σωμεν del. Dav. | περι〈ποιοῦντες (ποιούμενοι, ποιῶμεν)〉 ῥᾳστώ- νην Steph. (Duk, Reiske) πράσσωμεν ῥᾳστώνην Dau. | τοσαύτην (vel ταύτην) Markl. | τῶν λόγων Merkl. (Duebn.) || 8 οἷα Schenkl οἷον Merkl. (Duebn.) οἵαν 〈περιποιούμενοι〉 Reiske καὶ οἱ εἰς R! et ita Steph. (Δ) | ἢ] ο Steph. (Δ) et ita Schenkl || 10 ἡρέμαι R! || 12 τὰ αὑτῶν α(δ Δ) τὰς αὐτῶν Reiske || 14 ὅσον 〈γε〉 τὸ Markl. || 16 ὅτι om. α(δ))

226
εἶναι συκοφάνται Ἀνύτου καὶ Μελήτου᾿·

ἐκεῖνοι μέν γε ἀδικεῖν γραψάμενοι Σωκράτην, καὶ τοὺς νέους διαφθείρειν, καὶ ὅτι μὲν Κριτίας ἐτυράννησεν, τοῦτο ἀδικεῖν ἔλεγον τὸν Σωκράτην, καὶ ὅτι Ἀλκιβιάδην ἐᾷ ὀμνύει τὴν πλάτανον καὶ τὸν κύνα·

τῶν δὲ ἐρωτικῶν τῶν Σωκράτους ἀπέ | σχοντο καὶ οἱ δεινοὶ οὗτοι συκοφάνται·

[*](86a)

ἀλλ᾿ οὐδὲ Ἀριστοφάνης τὰ Σωκράτους ἐν Διονυσίοις κωμῳδῶν, ὁ δεινότατος τῶν κατηγόρων, ἐλοιδορήσατο τῷ ἔρωτι τοῦ Σωκράτους· καίτοι πένητα εἰπών, καὶ ἀδολέσχην, καὶ σοφιστήν, καὶ πάντα μᾶλλον ἢ κακῶς ἐρῶντα.

ἦν, ὡς ἔοικεν, τὸ πρᾶγμα οὔτε τοῖς συκοφάνταις, οὔτε τοῖς κωμῳδοῖς ἐπιλήψιμον.