Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Κορινθίῳ ἀνδρί, ὄνομα Αἰσχύλῳ, παῖς ἦν Ἀκταίων, μειράκιον Δωρικόν, ὥρᾳ διαφέρον.

Ἐρᾷ Ἀκταίωνος νεανίας Κορίνθιος, γένους τῶν Βακχιάδων· Βακχιάδαι δὲ Κορίνθου ἐδυνάστευον.

Ὡς δὲ ἐσωφρόνει τὸ μειράκιον καὶ ὑπερεφρόνει ὑβριστοῦ ἐραστοῦ, ἐκώμασεν εἰς Ἀκταίωνος ὁ ἐραστὴς ὁμοῦ τοῖς Βακχιάδαις νεανίσκοις· οἳ θαρσοῦντες μέθῃ καὶ τυραννίδι καὶ ἔρωτι, εἰσπεσόντες εἰς τὸ δωμάτιον, οἱ μὲν ἐπειρῶντο ἀπάγειν, οἱ δὲ οἰκεῖοι κατέχειν· σπώμενον τὸ μειράκιον ὑπʼ ἀμφοῖν, βίᾳ διαφθείρεται ἐν χερσὶν αὐτῶν.

Καὶ εἰκάσθη τὸ ἐν Κορίνθῳ τοῦτο πάθος τῷ Βοιωτίῳ διὰ τὴν ὁμωνυμίαν τῶν μειρακίων, ἀπολομένου ἑκατέρου, [*](5 Κορινθίῳ sq. cf. Plut. am. narr. 2 |Αἰσχύλῳ paulo aliter rem enarrat Plutarchus 1. 1. ||7 νεανίας quem Ἀρχίαν vocat Plu- tarchus || 8 ὡς δὲ sq. cf. Plut. am. narr. 2 ἐπεὶ δὲ πείθειν οὐκ ἠδύνατο τὸν παῖδα, ἔγνω βιάσασθαι καὶ συναρπάσαι τὸ μειρά- κιον, ἐπεκώμασεν ἐπὶ τὴν οἰκίαν τοῦ Μελίσσου) [*](Codices RMNα (= Stephanus) φ (= Paccius): Η (teste Davisio)) [*](8 ἐσωφρόνει — 9 ἐραστοῦ p) [*](5 in mge αἴσχϋλος ἀκταίων |βακχιάδαι (schol. recent.) R !) [*](1 ΙΗ΄ R! || 3 in mge καʹ R! | τίς — ἐρωτική αʹ R adiecto (λόγος) ηʹ φ(α) τοῦ αὐτοῦ τίς sq. MV || 5 παῖς i. e. amasius 7 Βακχιαδῶν α(δ ∠) sed vi. p. 212 15 Ἀσκληπιάδων || 10 Ἀκταίω- νος (ω in ras.) R! || 13 σπώμενον 〈οὖν〉 τὸ Reiske)

217
τοῦ μὲν ὑπὸ κυνῶν ἐν θήρᾳ, τοῦ δὲ ὑπὸ ἐραστῶν ἐν μθῃ.

Περιάνδρῳ τῷ Ἀμβρακιώτῃ τυράννῳ παιδικὰ ἧν μειράκιον πολιτικόν· ἄτε δὲ οὐ σὺν δίκῃ τὴν ὁμιλίαν συστησαμένῳ ὕβρις ἦν τὸ χρῆμα, οὐκ ἔρως· θαρσῶν δὲ ὁ Περίανδρος τῇ ἐξουσίᾳ παροινεῖ εἰς τὸ μειράκιον.

Ἡ δὲ παροινία αὕτη Περίανδρον μὲν ἔπαυσεν ὑβρίζοντα, τὸ δὲ μειράκιον ἐποίησεν ἐξ ἐρωμένου τυραννοκτόνον. Αὕτη δίκη ἀδίκων ἐρώτων.