Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

γηράσαντα [*](79 b)δʼ αὐτὸν ὑπεδέξατο Ἀκα|δημία, καὶ βαθεῖα σχολή, καὶ λόγοι καλοί, καὶ θεωρία ἄπταιστος, ἐν πολλῇ καὶ ἀμφιλαφεῖ ἀληθείᾳ κατατιθέμενον τὸ τοῦ βίου τέλος.

Καὶ Ξενοφῶντα νεανιευόμενον μὲν ἐν τοῖς ἔργοις φιλῶ, γηράσκοντα δὲ ἐν τοῖς λόγοις ἐπαινῶ.

Διίστησιν δὲ ἤδη καὶ τύχη· τὸν μὲν γὰρ δυνάμει καὶ πράξει ἀναγ‖καίᾳ περιέβαλλεν· τὸν δὲ σχολῇ καὶ ἡσυχίᾳ [*](Ed. Duobn. p.91) προσηνεῖ·

ὧν τὸν μὲν ἐπαινῶ ἐν τῷ ἀναγκαίῳ ἀνδριζόμενον· τὸν δὲ καὶ μακαρίζω μένον〈τα〉 καὶ ἐπαινῶ· μακαρίζω μὲν τῆς σχολῆς, ἐπαινῶ δὲ τῆς ἱστορίας.

Ἀλλὰ τὸν μὲν ἐκ τῆς Εὐρώπης ἐπὶ τὴν Ἀσίαν πλέοντα, ἵνα ἴδῃ τὴν Αἰγυπτίων γῆν, καὶ τοῦ Νείλου τὰς ἐκβολάς, ἢ πυραμίδας ὑψηλάς, ἢ ὄρνεις ξένους, ἢ βοῦν, ἢ τράγον, μακαρίζομεν τῆς θέας· κἂν ἐπὶ τὸν Ἴστρον τὶς ἔλθῃ, κἂν τὸν Γάγγην ἴδῃ, κἄν τις αὐτόπτης γένηται Βαβυλῶνος κειμένης, ἢ τῶν ἐν Σάρδεσιν ποταμῶν, ἢ τῶν ἐν Ἰλίῳ τάφων, ἢ τῶν ἐν Ἑλλησπόντῳ [*](12. 13 διίστησιν . . τύχη sim or 1. 10a) [*](3 versum Iliadis Σ 71 esse adnotant Dav. Duk. falso quidem ‖ 8 Ἀκαδήμεια duebn. 10 ἀμφιλαμφεῖ Na ! | κατατιθέ- μενοι Na ‖ 11 μὲν in ras. R! ‖ 13 τὸν μὲν R! τὸ μὲν MN 14 ἀναγκαίᾳ RH om. cett. (δ) περιέβαλε HMφ(Δ) περιέλαβε Nα(δ) corr. Markl. ‖ 16 μακαρίζω μένον〈τα〉 καὶ Hob. μακαρι- ζόμενον καὶ RN μακαρίζω καὶ cett. (δ Δ) μακαρίζω μᾶλλον καὶ Schenkl 17 ἱστορίας] ἡσυχίας Markl. ‖ 20 ὄρνις MN ‖ 21 μα- καρίζω μὲν N (in mge) H φ Steph.)

206
τόπων·

καὶ τῆς Ἀσίας ἐπὶ τὴν Ἐλλάδα περαιοῦνται στόλοι, ἢ ἐπὶ τὰς Ἀθήνησιν τέχνας, ἢ ἐπὶ τοὺς Θήβαισιν θυμούς, ἢ ἐπὶ τοὺς ἐν Ἀργει τόπους.