Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ὧν ἡ μὲν εὐδαίμων πόλις βασιλεύεται, τῶν ἄλλων μερῶν εἰκόντων κατὰ τὸν τοῦ θεοῦ νόμον τῷ δυναμένῳ καὶ πεφυκότι ἐξηγεῖσθαι·

ἡ δὲ ταύτης ἐλλειπεστέρα κατʼ εὐδαιμονίαν πόλις, ἀριστοκρατίαν ὀνομάζουσο τὴν τῶν ἐν δυνάμει ξυνεληλυθότων ἀρχήν, ἐλάττων μέν ἐστιν βασιλευομένης, κρείττων δὲ δημοκρατουμένης, ἰσχυρὰ μέν τις καὶ πρακτική, κατὰ τὴν Λακωνικήν, ἢ Κρητικήν, ἢ Μαντινικήν, ἢ Πελληνικήν, ἢ Θετταλικὴν πολιτείαν ἱσταμένη, φιλότιμος δὲ ἄγαν καὶ φιλόνεικος, καὶ δύσερίς, καὶ πολυπράγμων, καὶ ἰτητική, καὶ θαρσαλέα.

Τρίτον δʼ αὗ πολιτείας γένος, ὄνομα μὲν [*](79 a)εὔφημον δημοκρατία, τὸ δὲ ἀληθὲς ὀχλοκρατία, κατὰ τὴν Ἀττικήν, ἢ Συρακοσίαν, ἢ Μιλησίαν, ἤ τινα ἄλλην πλήθους ἰσχύν, πολύφωνόν τε καὶ ἀκόλαστον καὶ παντοδαπόν.

Τριῶν δὴ πολιτειῶν, τρία τʼ οὖ τιμήματα βίων ἴδοις ἂν ἐν ἀνθρώπου ψυχῇ·

κατὰ μὲν τὸ βουλευτικόν καὶ ἀρχικὸν καὶ ἐκποδὼν τῇ πράξει τὲ καὶ [*](1 ἔμπληκτον ═ or. 7. 2 d ‖ 5. 6 δυναμένῳ καὶ πεφυκότι vi or 38 6 d ‖ 10 Λακωνικήν, ἢ Κρητικὴν cf Plato republ. 8 544c vi. etiam or. 27. 7 a) [*](1 δὴ] δὲ ‖ 1. 2 τῇ οἰκονομίᾳ Reiske (Duebn) ‖ 3 πόλει] πόλεσι Reiske (Duebn.) post πάθος lacunam indic Markl. sed ὧν (scil πόλεων) ἡ . . πόλις eadem structura qua or. 12. 4 f πονη- ρῶν . . ὁ μοχθηρὸς intellegendum ‘ibi, in ea reʼ ‖ 5 τῷ in ras. R! ‖ 6 ἐλλιπεστέρα Ϛ (δ Δ) ‖ 8 cum ἐλάττων denuo man. prior incipit M | ἐστιν om. N (qui ἐβασιλευομένης) α(δ) ‖ 16 Συρακου- σίαν Ϛ(δ Δ°) ἤ τινος ἄλλου Nα(δ) ‖ 18 παντοδαπόν (όν in ras ex ων?) R! 19 τρία — 20 ψυχῇ om. M | δʼ αὖ N αὖ δ ταῦτα Reiske (Duebn.) τιμήματα (vi p. 204. 2 δευτέρως τιμώμενον) R μι- μήματα cett.(δ Δ) βίων del. Markl (de duplici editione cogitans) )

204
χειρουργίᾳ, τὸ θεωρητικὸν ψυχῆς γένος· τὸ δὲ πρακτικὸν δεύτερον, δευτέρως τιμώμενόν τε καὶ δοκιμαζόμενον· τήν τε ἐν ἀνδρὶ δημοκρατίαν οὐ χαλεπὸν ἰδεῖν· πολὺ γὰρ τὸ τῆς πολιτείας τοῦτο γένος ἐπινέμεται πᾶσαν ψυχήν.

Καὶ τοῦτο μὲν ἐατέον καὶ ἀποχειροτονητέον τοῦ ἀρίστου· θεωρίαν δὲ πράξει παραβαλλομένην, ἑκατέραν τυγχάνουσαν τοῦ καλοῦ, τὴν μὲν θεωρίαν κατὰ τὴν γνῶσιν, τὴν δὲ πρᾶξιν κατὰ τὴν ἀρετήν, ποτέραν προτιμητέον; Ἀποκρίνεται ὁ λόγος·

ὅτι εἰ μὲν κατὰ τὴν χρείαν αὐτὴν ἱστάμεθα, τιμητέον τὴν πρᾶξιν· εἰ δὲ κατὰ τὴν αἰτίαν τοῦ γενομένου καλῶς, προτιμητέον τὴν θεωρίαν. Ὥστε καὶ σπονδὰς ἑκατέρῳ σπεισάμενοι, νείμωμεν τὰς δυνάμεις καὶ τὸ σχῆμα τοῦ βίου τοῖς ἀνδράσιν ἢ κατὰ φύσιν, ἢ καθʼ ἡλικίαν, ἢ κατὰ τύχην.

Καὶ γὰρ φύσει διαφέρει ἕτερος ἑτέρου· ὁ μὲν ἐν πράξει ἐξασθενῶν, εὐχερὴς δέ τις ὢν κατὰ τὴν ψυχὴν πρὸς θεωρίαν· ὁ δὲ ἐν μὲν θεωρίᾳ καματηρὸς ὤν, πράττειν δὲ ἐρρωμένος.