Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἐκλαμπρύνουσι γὰρ αἱ δυνάμεις τοὺς ἄνδρας· καθόσον δʼ ἄν τις ἁμάρτῃ τοῦ καλοῦ, κατὰ τοσοῦτον αὐτοὺς ἐξήλεγξαν.

Εἰ μὲν δή τις γνώμης ἔχοι καλῶς, τὴν ἐπιφάνειαν ἐν τῷ ἀσφαλεῖ κτησάμενος, τῆς δυνάμεως ὤνατο·

εἰ δὲ ταύτῃ ἐνδέων ἐπιθοῖτο, οἷς αὕτη χρῆται, ἀνάγκη πολυαμαθίᾳ τέχνης καὶ εὐπορίᾳ ὀργάνων σφαλῆναι τὸν χρώμενον.