Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

[*](γραφή )

Ἀδικεῖ Ἀναξαγόρας, γεγονὼς μὲν ἐν τῇ Κλαζομενίων [*](4 εἰ μὲν sq. cf. Dio Chrys. 61 8 ἀλλʼ οὖν μηδὲ δίκην δι- κάσῃς, φασί, πρὶν ἀμφοτέρων ἀκοῦσαι ‖ 9 λόγος λόγου ut or. 11. 1 a φίλος φίλου vi. or 7. 5 a vers. finen ‖ 16 Ἀναξαγόρας sq. cf. Plat. Hipp. mai. 281 c παλαιοὶ ἐκεῖνοι . . . ἔτι ὕστερον μέχρι Ἀναξαγόρου φαίνονται ἀπεχόμενοι τῶν πολιτικῶν πράξεων sq. Iulian. ep. ad Them. 264 b Codices RMNα (═ Stephanus) φ (Paccius) ; H (teste Davisio)) [*](16 ἀδικεῖ — p. 197. 3 θηρίων v ( : γεγονὼς)) [*](1 ΙϚ´ ‖ 3 in mge ιθ´ R! | ὅτι — πρακτικοῦ R add. nu- mero κβʹ Ζ adiect. λόγος βʹ φᾶ τοῦ αὐτοῦ ὅτι — πρακτικοῦ MΝ 7 ἡ μὲν] ἡμᾶς Nα(δ) ‖ 8 ἔθους Duebn. ‖ 9 〈ἐπεὶ〉 ἐπὶ Reiske θήρα 〈γοῦν〉 τοῦ Markl. ‖ 10 γοῦν] εἰ οὖν α(δ) μόνον Reiske del. Markl. (Duk) ‖ 11 φέρειν] φέρε φα(δ Δ) et ita Schenkl sed cf. Plat. epinom. 973 c πολλοὶ τὸν αὐτὸν λόγον φέρουσι (═ proferunt) δῶμεν] ἐνδῶμεν Schenkl ‖ 13. 14 ἀποτεινομένῳ α(δ Δ) ‖ 16 in mge γραφή (man. post.) R!)

197
γῇ καὶ πόλει, καὶ μετασχὼν ἱερῶν καὶ ὁσίων, καὶ νόμων, καὶ τροφῆς, καὶ τῶν ἄλλων, ὧν καὶ οἱ λοιποὶ Κλαζομένιοι, ἐπαναχωρῶν δὲ ὥσπερ ἐκ θηρίων, καὶ μήτε ταῖς ἐκκλησίαις ἀναμιγνύμενος, μήτε εἰς Διονύσια ἀπαντῶν, μήτε εἰς δικαστήρια, μήτε ἄλλοθι Κλαζομενίοις, ἀλλὰ αὐτῷ ἡ μὲν γῆ μηλόβοτος, ἡ δὲ ἑστία ἄοικος, διατελεῖ δὲ καθʼ αὐτὸν τὴν θαυμαστὴν σοφίαν, ἄνω καὶ κάτω στρέφων καὶ διερευνώμενος.’

Ἡ μὲν δὴ γραφὴ ταύτῃ ἐχέτω· ἀπολογείσθω δὲ Ἀναξαγόρας ᾧδὲ πως·

‘Ὅτι μὲν πολλοῦ δέω ἀδικεῖν ὑμᾶς, ὦ ἄνδρες Κλαἀπολογία ζομένιοι, εὖ τοῦτο οἶδα· οὔτε γὰρ εἰς χρημάτων λόγον ἐπλημμελεῖσθέ τι ὑπʼ ἐμοῦ, οὔτε τὸ ἐμαυτοῦ μέρος ἀδοξοτέραν ὑμῖν τὴν πόλιν ἐν τοῖς Ἕλλησιν παρασκευάζω· ἔν τʼ αὖ τοῖς πρὸς ἕκαστον ‖ ὑμῶν συμβολαιοῖς [*](Ed. Duebn. p. 88) ἀλυπότατον ἐμαυτὸν παρέχειν οἶμαι καὶ μέτριον, τῶν τε νόμων τῶν κειμένων, καὶ τῆς πολιτείας, ὑφʼ ἦς κοσμούμεθα, οὐκ ἔστιν ὅτου ἐλάττω ἔχω λόγον.

[*](77a)

Λείπεται δή, εἰ μηδὲν ἀδικῶν ὑμᾶς ἐγὼ ἐν τοῖς καθʼ ἡμέραν ἐμαυτοῦ διαιτήμασι καὶ τῷ τοῦ βίου σχήματι, γνώμῃ ἔτι ἁμαρτάνω, τοῦ μὲν ἔχειν αἰτίαν, ὡς ἀδικῶ δημοσίᾳ τὴν πόλιν, ἀφεῖσθαι με, τυχεῖν δὲ εἰς τὰ ἐμαυτοῦ ἰδίᾳ διδασκάλων, ἀλλʼ οὐ κατηγόρων.

Φράσω δὴ πρὸς ὑμᾶς, οἷον τοὐμὸν πρᾶγμα ἐστίν, οὐδὲν ὑποστειλάμενος, εἰ καὶ μέλλω γέλωτα ὀφλισκάνειν τὸ ἐπιθύμημα [*](3 ὡσπερεὶ θηρίον Scaliger ‖ 6 ἀλλʼ α(δ Δ°) ‖ 7 καθαυτὸν R! ‖ 11 in mge ἀπολογία (ut p. 196. 16) R! ‖ 13 ἐπλημμελεῖσθαί RM ὑπὸ ἐμοῦ α(δ Δ°) 14 ὑμῶν Markl. | τὴν (ante πόλιν) nescio unde om. θ corr. Markl. ‖ 20 ηαιτήμασι (═ διαιτήμασι lapsu aurium? vi. or. 17. 2i) unde (lapsu oculorum) καιτήμασι MN ‖ 21 ἔτι] τι Reiske (Duk.) ‖ 23 ἴδια ϛ (δ Δ) ‖ 25 μέλλει α(δ Δ) | ὀφιλισκάνειν R! τὸ ἐνθύμημα Scaliger (Duebn.) τὸ ἐπιτήδευμα Steph. Keiske διʼ ἐπιθύμημα Dav.)

198
τοὐμὸν ῥηθέν.

Ἐγὼ γάρ, ὅτι μέν ἐστιν πολλοῦ ἄξιον δύναμις ἐν πόλει, καὶ κοινωνία βίου, καὶ ἔργων ἐπιφάνεια, καὶ χρῆσις πραγμάτων, σαφῶς οἶδα·

εὖ γε μὴν ἐπίσταμαι ταυτὶ τὰ πολλοῦ ἄξια, μετὰ μὲν τρόπου ἀρετῆς καὶ καλοκαγαθίας, εἰς μέγα πάνυ συντελοῦντα τῷ σχόντι· εἰ δὲ μή, εἰς τοὐναντίον κατασμικρύνοντα καὶ καταβάλλοντα, καὶ μηδὲ τὸ λαθεῖν τοῖς ἔχουσιν, μοχθηρονοοῦσιν, παρεχόμενα.

Ἐκλαμπρύνουσι γὰρ αἱ δυνάμεις τοὺς ἄνδρας· καθόσον δʼ ἄν τις ἁμάρτῃ τοῦ καλοῦ, κατὰ τοσοῦτον αὐτοὺς ἐξήλεγξαν.

Εἰ μὲν δή τις γνώμης ἔχοι καλῶς, τὴν ἐπιφάνειαν ἐν τῷ ἀσφαλεῖ κτησάμενος, τῆς δυνάμεως ὤνατο·

εἰ δὲ ταύτῃ ἐνδέων ἐπιθοῖτο, οἷς αὕτη χρῆται, ἀνάγκη πολυαμαθίᾳ τέχνης καὶ εὐπορίᾳ ὀργάνων σφαλῆναι τὸν χρώμενον.

Ταῦτάτοι ἐννοῶν, ἡγούμην δεῖν φροντιστέον εἶναί μοι μᾶλλον, ἀλλʼ οὐ μὴ λάθω προσιὼν παρὰ δύναμιν τοῖς κοινοῖς πταίων περὶ αὐτὰ καὶ σφαλλόμενος· οὐδὲ γὰρ εἰ ἐν χορῷ ξυνᾴδειν ὑφʼ ὑμῶν ἐταττόμην, ἠδίκουν ἄν, πρὶν ἔχειν φωνῆς ἐμμελῶς, οὐκ ἐθέλων ἐγκαταμίγνυσθαι τῷ χορῷ.