Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ὥσπερ δὲ ἐν ἀγῶνι σωμάτων οἱ μὲν ἀσθενεῖς καὶ παρὰ τὸ εἰκὸς ἐπιτολμήσαντες τῇ τοῦ νικᾶν ἐλπίδι τάχυ ἀπεῖπον, οἱ δὲ ἐφάμιλλοι ἀρετῇ μένουσιν καὶ καρτεροῦσιν καὶ διαγωνίζονται περὶ τῆς νίκης· οὕτω κἀν τῇ τῶν βίων ἀγωνίᾳ οἱ μὲν ἄλλοι ἡμῖν ἐκκηρυχθέντες τὲ καὶ ἀπαγορεύσαντες οἰχέσθωσαν· οἴ δὲ θεωρητικοῖς [*](ΛΖ') ἐφαμίλλω ὄντε καὶ ἀμφισβητησίμω δεῦρο ἰόν|των [*](73a) ἀγωνιουμένω τὰ νῦν τῷ λόγῳ.

Πότερος τοίνυν πρότερος ἡμῖν τοῖς δικασταῖς τὰ αὐτοῦ δίεισιν; ἐγὼ μὲν οἶμαι, ὅτι ὁ πρακτικός· θαρσαλέος γάρ, καὶ ἰτητικώτερος, καὶ ἐθὰς ὁμιλεῖν τοῖς πολλοῖς· λέγοι δὲ ὧδε.

Εἴ τις ἡμᾶς παριόντας εἰς τὸν βίον ὥσπερ ἄρχων πόλεως ἢ οἰκιστής, οὐκ εἴα βαδίζειν εἴσω πυλῶν, πρὶν πυθέσθαι τὸ ἑκάστῳ ἔργον, καὶ τίνα ἕκαστος ἥκει [*](7 ὥσπερ ἐν ἀγῶνι sq vi. simil or. 1. 5 c ‖ 18 εἴ τις sq. simil cf. Plat. legg. 658a εἴ ποτέ τις sq.) [*](2 τοὺς μὲν — 6. 7 φυρόμενον p) [*](1 ὑποφανομένων (suprascr. ι) R! ‖ 2 μὲν ἄλλους R! MNp μὲν οὖν ἄλλους cett. (δ Δ) ‖ 3 τὸ μὲν p ‖ 4 δὲ ἐν B (θ) ‖ 7 ἐν (ante ἀγῶνι) in ras. R om B non fuit igitur in archetypo ‖ 12. 13 οἱ δὲ θεωρητικὸς τε καὶ πρακτικὸς ἐφαμίλλω B ὁ δὲ θεωρητικὸς καὶ ὁ πρακτικὸς ἐφαμίλλω φα (δ Δ) θεωρητικοῖς del. Scbenkl ‖ 13 in mge Λ Zʹ numerus quaternionis R! | ἀμφισβητητικὰ Reiske 15 αὐτοῦ BMN ‖ 16 θαρσαλέος (εος in ras.) R! ‖ 17 λέγει HBMN et ita Hahn Κnebel | δὲ] δʼ ἂν α(δ) om. HB ‖ 20 τὸ ἑκάστου Bα (θ) τί ἑκάστῳ Dav (Duebn) sed cf. Dürr. l l. p. 22)

185
χρείαν εἰς κοινὸν φέρων τῇ πόλει, οἶμαι ἂν εἰπεῖν τὸν μὲν οἰκοδόμον, ὅτι λίθους ἐν τάξει διὰ τέχνης ἁρμόσας, πρός τε χειμῶνα καὶ θάλπος ἀποχρῶντα μηχανήσεται τοῖς οἰκοῦσιν ἐρύματα·

τὸν δὲ ὑφάντην, ὅτι μίτοις καὶ στημονίοις σύν ὕφει ἐσθήματα ἐργασάμενος, σκέπην ὁμοῦ ποριεῖ καὶ εὐσχημοσύνην τοῖς σώμασιν·

τέκτων δὲ ἄροτρον φήσει, ἢ σκίμποδα, ἤ τι ἄλλο τῶν ὅσα ἡ τέχνη παρέχει, ξυνεισφέρειν·

καὶ ὁ χαλκεύς, ὅσα χαλκοῦ ἢ σιδήρου δεῖσθαι πολεμιστήριά καὶ εἰρηναῖα τῆς τέχνης ἔργα.

Καὶ ὅσα πρὸς ἡδοτε νὴν δημιουργεῖται, καὶ ταῦτα ὡς τὸ εἰκὸς εἰσδέξεται· γραφέας μὲν καὶ δημιουργοὺς ἀγαλμάτων, ἐπὶ εὐφροσύνῃ ὀφθαλμῶν· μυροπώλας δὲ καὶ ἀψοποιούς, χυμῶν καὶ ὀδμῶν δημιουργοὺς γενναίους· καὶ ὅσαι διʼ αὐλημάτων, ἢ διʼ ᾠδῆς, ἢ ψψαλμάτων, χορῶν τὸ τερπνὸν μηχανῶνται τῇ ἀκοῇ.

Ἤδη δέ τις καὶ ἐπὶ γελοίου χρείᾳ παρελεύσεται, καὶ ἄλλος ἐπὶ θαυμάτων, καὶ ἄλλος λόγων. Ὁμήρῳ δὲ καὶ τὸ τοῦ Νιρέως κάλλος ὥραν ἔσχεν καὶ ταῦτα ἐν στρατοπέδῳ.