Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ἀλλʼ οὐδʼ ἑαυτοῦ ἀπείχετο, ἀλλʼ ἐκόλαζεν καὶ παρεῖχεν ἑαυτῷ πράγματα, (δ 244/5) αὐτὸν μὲν πληγῇσιν ἀεικελίῃσι δαμάσσας, σπεῖρα κάκʼ ἀμφʼ ὥμοισι βαλών.||

[*](Ed. Duebn. p87)

Ἐῶ λέγειν, ὅτι ὁ μὲν ἀγαθὸς ἀνὴρ πράττων καὶ μὴ ἐπαναχωρῶν, μηδὲ ἐξιστάμενος τοῖς μοχθηροῖς, ἑαυτὸν ἂν σώζοι, καὶ τοὺς ἄλλους ἐπὶ τὸ βέλτιστον [*](7 περιῄει sq. ut Socrates vi. or. 3. 7 a περιιέναι sq. et quae ibi adnotavi ‖ 8 οὐκ ἀργὸς οὐδὲ ἠμελημένος ut or. 1. 8 e ‖ 10 ὅν- τινα sq. vi. or 26. 5f ‖ 17 αὐτὸν sq. de eodem Diogene vi. or. 34. 9 e) [*](1 ἐξὸν Heins. | δέ που] δήπου α(δ) corr. Heins. ‖ 2 ἐμπίπλασθαι ut semper ϛ (δ Δ°) ‖ 3 προπέμπει Markl. ‖ 3 4 ὁ (ante Ἀπόλλων) om. ΜΝ α(δ) ‖ 6 μυριάδων MN α(δ) corr. Markl. ‖ 7 αὐτοῦ MN 11 τόν ῥʼ] τὸν δʼ α(θ) Homerus ‖ 15 οὐδὲ αὐτοῦ MN α(δ) corr. Markl. οὐδὲ αὐτοῦ Steph (Heins.2) ‖ 16 αὐτῷ MN αὐτῷ α(δ Δ°) 17 αὐτὸν MN Homerus | μὲν] μὶν α(δ Δ) Homerus ‖ 19 ὅτι μὲν N α (δ) corr. Markl ‖ 20 τοὺς μοχθηρούς Reiske ‖ 21 βελτιον MN α(δ Δ°))

195
τρέποι· ἐπαναχωρῶν δὲ καὶ δεικνὺς τὰ νῶτα, θρασύτητος μὲν καὶ ἀπειροκαλίας καὶ τόλμης τὸ μοχθηρὸν πᾶν ἂν ἀπέπλησεν, τὸ δὲ ἑαυτοῦ προίεται. [*]((Θ 94))
  • Ποῖ φεύγεις μετὰ νῶτα βαλών, κακὸς ὥς, ἐν
  • ὁμίλῳ;
  • Μένε, καὶ ἵστασο, καὶ ἀνέχου τῶν βλημάτων, καὶ μηδὲν ἐκπλαγῇς·

    δειλὸν τὸ τῶν πολεμίων στρατόπεδον, κενὰ τὰ βλήματα, ἐπιόντα σε οὐδεὶς δέξεται, φεύγοντα πάντες βαλοῦσιν, ὡς τὸν Αἴαντα οἱ Τρῶες, ὡς τὸν Σωκρράτην Ἀθηναῖοι ἔβαλλον, καὶ οὐκ ἀπέσχοντο αὐτοῦ, πρὶν κατέβαλον.