Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ἡ δὲ δευτέρα θρυπτική, ἐπίχριστος, χλανιδίοις ἐξηνθισμένη, βλέμμα ἰταμόν, βάδισμα | [*](69 a) ἄτακτον, φωνὴ ἄμουσος.

Ταῦτα ὁρᾶ καὶ ὁ Ἡρακλῆς, ἅτε Διὸς παῖς, καὶ ἀγαθὸς τὴν φύσιν, καὶ χαίρειν τῇ Ἡδονῇ φράσας, ἐπιτρέπει ἑαυτὸν τῇ Ἀρετῇ ἄγειν.

Φέρε καὶ ἡμεῖς πλάττωμεν μῦθον, διττὰς ὁδούς, καὶ ἄνδρα ἀγαθόν, καὶ ἡγεμόνας ταῖν ὁδοῖν, ἀντὶ μὲν τῆς Ἀρετῆς τὸν φίλον, ἀντὶ δὲ τῆς Ἡδονῆς τὸν κόλακα.

Οὐκοῦν ‖ καὶ τούτω διαφέρετον σχήματι καὶ βλέμιματι [*](Ed. Duebn. p.79) καὶ ἀμπεχόνῃ καὶ φωνῇ καὶ βαδίσματι·

ὁ μὲν ὡς ἥδιστος ἰδεῖν ὤν, ὁ δὲ ὡς ἀληθέστατος·

καὶ ὁ μὲνe σεσηρώς, ὀρέγων δεξιάν, παρακαλείτω τὸν ἄνδρα ἕπεσθαι αὐτῷ, ἐπαινῶν, καὶ κυλιωδαίνων, καὶ ἀντιβολῶν, καὶ δεόμενος, καὶ διηγούμενος ἐκτόπους τινὰς ἡδονάς,

εἰ λαβὼν αὐτὸν ἄξει, λειμῶνας ἀνθοῦντας, καὶ ποταμοὺς [*](1 ἀμπεχόνη ἀνέτη cf. Cebes 18 στολῇ ἁπλῇ xenoph. mem. II 1. 22 ἐσθῆτι λευκῇ ac ita etiam Dio Chrys. l 70 ἐπίχριστος cf. Xenoph. mem. ll 1. 22 κεκαλλωπισμένην τὸ χρῶμα sq. ἔ χλα- νιδίοις ἐξηνθισμένη cf. Xenoph. mem. lI 1. 22 ἐσθῆτα ἐξ ἧς ἂν μάλιστα ἡ ὥρα διαλάμποι βλέμμα ἰταμόν cf. Xenoph mem lI 1. 22 τὰ δὲ ὄμματα . . ἀναπεπταμένα Dio Chrys. l 79 σκυθρωπὸν ὑφεωρᾶτο καὶ ἄγριον 12 σεσηρώς vi. or. 35. 7 a cf Plutarch. lib. educ. 17) [*](3 ἄτακτον] in mge ἄτακτος· ὅθεν καὶ σεββημένον (i e. σε- σοβημένον) βάδισμα (rubr.) M) [*](1 ἀνέτη (ut ἐνοδμὴ or 22.3 d al. cf. Kuehner-Gerth l. 535)] ἄνετος α(θ) ἁπλῆ φ (Duebn.) ἀφελής Schenkl λιτή (vel λευκή) Dav ‖ ἐπίχρηστος RB ‖ 3 ταύτας Markl. | καὶ 〈ἐξετάζει〉 ὁ Merkl. ‖ 4 καὶ (ante ἀγαθὸς) om.PMN φα(δ) ‖ 7 ἀγαθὸν 〈ὁδοι- πόρον〉 καὶ Steph. (Schier) καὶ (ante ἡγεμόνας) om PMN α(δ) ‖ 9 τοῦτο PV | διαφερέτων φ α (δ Δ) ‖ 13 κυδαίνων Reiske Dorvill (ad Charit. p.228) Toupius (Emendat. III 404) (Duebn.) ‖ 15 εἰ Reiske (Duebn.) ἢ codd. p Dav. (Δ°) Schier |ἄξειν εἰς α(δ) ἄξει εἰς Duk.)

172
ῥέοντας, καὶ ὄρνιθας ᾄδοντας, καὶ αὔρας προσηνεῖς, καὶ δένδρα ἀμφιλαφῆ, καὶ λείας ὁδούς, καὶ δρόμους εὐπετεῖς, καὶ κήπους εὐθαλεῖς, ‘ὄγχνας ἐπʼ ὄγχναις, καὶ μῆλα ἐπὶ μήλοις, καὶ σταφυλὴν σταφυλῇ ἐπιφυομένην·’

ὁ δὲ ἕτερος τῶν ἡγεμόνων λέγει μὲν ὁλίγα, τὰ δὲ ἀληθῆ αὐτά, ὅτι πολλὴ μὲν τῆς ὁδοῦ ἡ τραχεῖα, ὀλίγη δὲ εὐπετής, καὶ χρὴ τὸν ἀγαθὸν ὁδοιπόρον ἥκειν παρεσκευασμένον, ἵνα δεῖ πόνου, μοχθήσοντα, τὴν δὲ ῥᾳστώνην ἐκ περιουσίας ληψόμενον.

Ταῦτά τοι λεγόντων ποτέρῳ πείσεται; καὶ ποίαν

ἄπεισιν; Ἀποκρινώμεθα τῷ ποιητῇ τοῦ μύθου, ὅτι εἰ μὲν Ἀσσύριός τις οὗτος εἴη κακοδαίμων ἀνήρ, ἢ Φοῖνιξ Στράτων, ἢ Νικοκλῆς ὁ Κύπριος, ἢ ὁ Συβαρίτης ἐκεῖνος, τὸν μὲν καὶ μισήσει τῶν ἡγεμόνων, καὶ ἡγήσεταί τινα εἶναι ἄξεινον καὶ ἀηδῆ καὶ ἄμουσον, τὸν [*](3 ὄγχνας sq. vi. or. 25. 5 a ἢ ὄγχνη sq. ex Homero η 120 6 πολλὴ τῆς ὁδοῦ ἡ τραχεῖα cf. Xenoph. mem. ll 1. 29 ὡς χαλεπὴν καὶ μακρὰν ὁδόν . . . Cebes 15 ex Hesiodo op. et di. 284 sq (cf. Xenoph. mem. II 1. 20); cf. etiam Plat. republ. I 328 e ὁδὸς . . τραχεῖα καὶ χαλεπή Lucian. rhet. praec. 3 ‖ 7 ἀγαθὸν ὁδοιπόρον vi. or. 8. 7 e ‖ 12 Ἀσσύριός vi. or. 30 5 d ‖ 13 Στράτων cf. Aelian. v. hist. 7. 2 Athen. XII 531 a Νικοκλῆς cf. Aelian. ν hist. 7. 2 Athen XII 531 d VIII 352 d Plut. dec oratt. 17 Isocrat. IX 1 ὁ Συβαρίτης ἐκεῖνος vel unum illum Crathim spectat cuius ὕβριν commemorat Aelian nat. an.’ VI 42 vel totam gentem propter τρυφὴν cf. Aelian. nnat. an. XVI 23 Συβαρίτας τοὺς ἐν Ἰταλίὰ τρυφῆς ἀκούω ποιήσασθαι φροντίδα ὑπερβάλλουσαν sq. cf. etiam Plut s sap conv. 2 Aelian v. hist 1. 19 sq. Philo de spec legg 3. 8 Athen XII 518 c vi. etiam or. 30. 5f et or. 21. 5 d) [*](11. 12 εἰ μὲν Ἀσσύριος — 14 ἐκεῖνος n) [*](1 αὔρας (αυ in ras. ex αρ) R! ‖ 3 ὄχνας et ὄχναις BMN α(θ) Schier 5 λέγῃ φα (δ Δ) λεγέτω Duk. 6 ὁδοῦ Dav. 2 ‖ 7 ὁδοιπόρον (πο in ras.) R! ‖ 8 μοχθήσαντα PN ‖ 10 ποτέρῳ (ω in ras. ex αι) R! ‖ 12 οὗτος om. n | ἢ 〈ὁ〉 Φοῖνιξ Markl. 15 ἀειδῆ Nα(θ) Schier)

173
δὲ ἕτερον χαρίεντα καὶ προσηνῆ καὶ φιλάνθρωπον δεινῶς.

Ἀγέτω δὴ λαβὼν τὸν ἄνδρα τοῦτον ὁ καλὸς [*](69b) ἡγεμών· οὐκοῦν ἄξει τελευτῶν ἢ ἐπὶ πῦρ, ὡς |τὸν Ἀσσύριον· ἢ ἐπὶ πενίαν, ὡς τὸν Φοίνικα· ἢ ἐπὶ δεσμά, ὡς τὸν Κύπριον, καὶ ἐπί τι ἄλλο διὰ ψευδοῦς ἡδονῆς ἀληθὲς κακόν.

Εἰ δὲ εἴη ἀνὴρ κατὰ τὸν Ἡρακλέα, αἱρήσεται τὸν ἀληθῆ τῶν ἡγεμόνων, τὸν φίλον, ὥσπερ ἐκεῖνος τὴν Ἀρετήν.

Καὶ ὁ μὲν μῦθος ὡδὶ τελευτᾷ· μεταλαβὼν δὲ ὁ λόγος πρὸς αὐτὸν σκοπείτω ἄν, τίσι διακρίναι τὸν κόλακα τοῦ φίλου. Τὸν μὲν γὰρ χρυσὸν βασανίζει λίθος, προστριβόμενον αὐτῇ·

  • φιλίας δὲ δὴ καὶ κολακείας
  • τίς ἔσται βάσανος; ἆρα τὸ ἐξ ἑκατέρου τέλος; ἀλλʼ εἰ ἀναμενοῦμεν τὸ τέλος, ἄλλη βλάβη φθήσεται τὴν γνῶσιν· δεῖ δὲ κρῖναι, πρὶν ἄρξασθαι χρῆσθαι· ἐὰν δὲ ὑστερῇ τῆς χρήσεως ἡ κρίσις, ὁ χρήσασθαι φθάσας καὶ μεταγνούς εἰς οὐδὲν δέον τὴν κρίσιν κατατίθεται.