Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Καὶ στρατηγὸς στρατόπεδον ἔχων, καὶ τὰ ὅπλα [*](67a) εἰδώς, καὶ τῆς παρασκευ|ῆς μεμνημένος, καὶ τῶν πολεμίων αἰσθανόμενος, οἶδεν τὸ ἀποβησόμενον.

Καὶ ἰατρὸς τὸν κάμνοντα ἰδών, καὶ τῆς νόσου ξυνείς, καὶ τῆς τέχνης αἰσθανόμενος, οἶδεν τὸ ἀποβησόμενον.

Ὁρᾷς τὸ πλῆθος τῶν μάντεων, ὡς σαφές, ὡς τεχνικόν, ὡς

εὔστοχον; Εἰ μὲν οὖν τὸ ἐφʼ ἡμῖν αὐτὸ ἦν καθʼ αὑτό, ἀπήλλακτο δὲ εἱμαρμένης, οὐδὲν ἔδει μαντικῆς·