Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ἀλλʼ ὥσπερ τῶν ἀμφιβίων ζῴων οἱ ὄρνιθες κοινωνοῦσιν τοῦ ἐν ἀέρι δρόμου τοῖς μεταρσίοις, τοιαύτην ὁρῷ καὶ τῷ ἀνθρώπῳ τὴν διαγωγὴν τοῦ βίου, ἀμφίβιον καὶ κεκραμένην ὁμοῦ ἐξουσίᾳ καὶ ἀνάγκῃ· οἵα γένοιτʼ ἂν καὶ [*](3 ὡς θεὸς sq. cf. lulian. ep. ad Themist. 257d Themist. 33. 367c || 12 τῶν ἀμφιβίων sq. cf. Cicer. nat. deor. l 37. 103 ‘bestiae . . quasi ancipites in utraque sede viventes’ vi. etiam or. 40. 4 h || 15 ἐξουσίᾳ καὶ ἀνάγκῃ cf. Ps. Plut. vit. Hom. 120 οὐ πάντα καθʼ εἱμαρμένην παραγίνεσθαι, ἀλλά τι καὶ ἐπὶ τοῖς ἀνθρώποις εἶναι, ὧν ὑπάρχειν μὲν τὸ ἑκούσιον, τούτῳ δέ πως συνάπτειν τὸ κατηναγκασμιένον) [*]( ἀκούσῃ — 6 τέχνην n) [*](1 ἀντε〈τίθει〉 τύχη Hob. ἀντετύχει RHB ἀντιπίπτει cett. (θ) ἀντιτυπεῖ Dav.2 ἀντερείδει Duebn. ἀντίτυποι (ἀντίτυπος) Schenkl || 2 τῆς] αἱ (vel ἡ) τῆς Schenkl | κράσεις RN (suprascr. ις) κράσις cett. (δ Δ⁰) ἡ κρᾶσις Reiske (Duebn.) || 3 μετὰ θεὸν MN φα(δ) 4 τἀνθρώπινα Plato | διακυβερνῶσι Plato | τὰ (ante ξύμπαντα) om. Plato || 5 γε om. Plato | ἐπὶ τούτοις προσθεῖναι] ξυγχωρῆσαι τούτοις Plato || 6 δεῖν] δεινὸν Reiske | τὴν ante τέχ- νην om. Plato | χειμῶνος Bα(δ Δ) cum Platone || 7 ξυλλαβέσθαι Plato | ἢ μὴ] ᾗ δεῖ Reiske sed vi. supra § IV k; or. 17. 2 h || 11 διαπιστεύσει B διαπιστεύειν ἐᾷ Markl. || 13 μεταρσίοις 〈καὶ τοῖς νηκτοῖς τῆς ἐν ὕδατι διαίτης〉 τοιαύτην Reiske lacun. in- dicat Duebn.)

168
δεσμώτῃ ἀνδρὶ ἐξουσία ἑπομένῳ αὐθαιρέτως τοῖς ἄγουσιν·

ὥστε ἐγὼ ὑποπτεύω μὲν τὴν ἀνάγκην, ὀνομάσαι δὲ αὐτὴν εὐπόρως οὐκ ἔχω. Κἂν γὰρ πεπρωμένην φῶ, ὄνομα λέγω πλανώμενον ἐν ἀνθρώπων δόξαις· τίς γὰρ ἡ πεπρωμένη; ποίας φύσεως; τίνος οὐσίας;

(ζ 150) Εί μέν τοι θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, οὐδὲν τῶν δεινῶν σὸν ἔργον, οὐδὲ καθʼ εἱμαρμένην αἰ ἀνθρώπιναι συμφοραί· οὐ γὰρ θέμις ἀνάπτειν θεῶν αἰτίαν κακοῦ·

[*](Ed. Duebn. p. 78)
  • (ζ 153) εἰ δέ τις ἐστὶ βροτῶν, τοὶ ἐπὶ χθονὶ
  • ναιετάουσιν,
  • ψεύδεται μὲν ὁ Ἐλπήνωρ λέγων,
  • (λ 61) ἆσέ με δαίμονος αἶσα κακή·
  • ψεύδεται δὲ ὁ Ἀγαμέμνων λέγων,
  • (Τ 86/7) ἐγὼ δʼ οὐκ αἴτισς εἰμι,
  • ἀλλὰ Ζεύς, καὶ Μοῖρα, καὶ ἠεροφοῖτις Ἐρινύς.
  • Ἔοικεν δὲ καὶ ταυτὶ τὰ ὀνόματα εἶναι μοχθηρίας ἀνθρωπίνης εὔφημοι ἀποστροφαί, ἀναθέντων αὐτῆς τὴν αἰτίαν τῷ δαιμονίῳ, καὶ ταῖς Μοίραις, καὶ ταῖς Ἐρινύσιν·

    οἱ δὲ ἐν μὲν ταῖς τραγῳδίαις ἐχέτωσαν χώραν, οὐ νεμεσῶ τοῖς ποιηταῖς τῶν ὀνομάτων· ἐν δὲ [*](6 εἰ μέν sq. vi. or 9 1 b || 8 οὐ γὰρ θέμις sq vi or. 5. 1 g οὐδὲν γὰρ sq. or. 41. 3 a || 15 ἐγὼ δʼ οὐκ αἴτιος sq. vi. or. 41. 5 a αὐτοῦ τοῦ ἑλομένου αἰτία, θεὸς ἀναίτιος || 19 Μοίραις vi or. 5. 5 e) [*](2 τὴν (ante ἀνάγκην) om. α(δ) || 4 ἐν (ante ἀνθρώπων) om. MN α(δ) || 6 μέν τις α(θ) cum Homero || 8 αἱ (ante ἀνθρώπιναι) om. MN α(δ) || 9 θεῷ ϛ(δ∠) || 10 ἐπτὶ R!MN ἐσσὶ cett. (δ ∠) cum Homero | τοὶ] o Homerus τοὶ ἐπὶ R! || 16 ἠεροφοῖτις (ηερ in ras.) R! | ἐρινύς ϛ(θ) (ut 20 et p.169. 1) || 17 καὶ (ante ταυτὶ) del. Reiske || 20 αἱ δὲ Duebn. | ταῖς (ante τραγῳδίαις) om. MN α(δ))

    169
    τῷ βίου ὁράματι μήποτε ταῦτα κενά. Ἡ δὲ Ἐρινὺς καὶ ἡ Αἶσα καὶ οἷ δαίμονες καὶ ὅσα ἄλλα διανοίας [*](68 b) εἱμαρμένης ὀνόματα, ἔνδον ἐν τῇ ψυχῇ καθειργμένα, καὶ τὸν Ἀγαμέμνονα ἐνοχλεῖ,
  • (Α 412) ὅτ᾿ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν·
  • ταῦτα καὶ τὸν Ἐλπήνορα εἰς μέθην ἄγει, ταῦτα καὶ τὸν Θυέστην ὠθεῖ ἐπὶ τὸν τοῦ ἀδελφοῦ γάμον, ταῦτα καὶ τὸν Οἰδίποδα ἐπὶ τὸν τοῦ πατρὸς φόνον, ταῦτα καὶ τὸν συκοφάντην ἐπὶ τὰ δικαστήρια, καὶ τὸν λῃστὴν ἐπὶ τὴν θάλατταν, καὶ τὸν ἀνδροφόνον ἐπὶ τὸ ξίφος, καὶ τὸν ἀκόλαστον ἐφʼ ἡδονάς.