Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

εἰ δέ ἐστιν οὐδὲν ἀλλοιότερον, ἢ ὅσον τὸ ἐξ ἡλίου φῶς τοῦ ἐκ πυρός, φῶς δὲ ἑκάτερον, ἀγάπα μὲν τὸ λαμπρότερον, μὴ ἀτίμαζε δὲ τῇ διαιρέσει τὸ ἀμαυρότερον.

[*](66 b)

Ἀλλʼ ἡγοῦ τὸ πᾶν τοῦτο ἁρμο|νίαν τινὰ εἶναι ὀργάνου μουσικοῦ, καὶ τεχνίτην μὲν τὸν θεόν, τὴν δὲ ἁρμονίαν αὐτὴν ἀρξαμένην παῤ αὐτοῦ, διʼ ἀέρος ἰοῦσαν, καὶ γῆς καὶ θαλάττης, καὶ ζῴων, καὶ φυτῶν, ἐμπεσοῦσαν μετὰ τοῦτο εἰς πολλὰς καὶ ἀνομοίους φύσεις, συντάττειν τὸν ἐν αὐταῖς πόλεμον· ὡς κορυφαία ἁρμονία, ἐμπεσοῦσα εἰς πολυφωνίαν χοροῦ, συντάττει τὸν ἐν αὐτῇ θόρυβον. ||

[*](2. 3 ἰατρὸς νοσοῦντα ἐξαπατᾷ, καὶ στρατηγὸς στρατόπεδον cf. Xenoph. mem. lV 2. 17 (═ Stob. fl. 9. 59) || 4 ψεῦδος ὤνησεν ἀν- θρώπους cf. Xenoph. mem. IV 2. 17 Plat. republ. II 382 c III 389b (ap. Stob. fl. 49. 95) Orig. c. Cels. IV 171 Philo (Wendland neu entd. fragm. p. 88. 90) Herodoto lsocrate aliis auctoribus allatis Eustath. Odyss. 1455. 20 || 7 πολεμεῖν λόγον λόγῳ ut or. 11. 1 a || 8 ὅσον τὸ ἐξ ἡλίου φῶς sq. similitudine eiusdem acuminis com- probatur eadem res or. 6. 1 e || 11 τὸ πᾶν τοῦτο ἁρμονίαν τινὰ sq. spectat τὴν ἁρμονίαν τοῦ ὅλου quam similitudinem suppe- dit. Ps. Arist. π. κόσμου (cf. Zeller Sitzungsber. d. Berl. Acad 1885 l 401) cf. Diog. ep. 39. 3 Plut. defect. orac. 436 sq. 12 τεχ- νίτην sq. vi. infra § lV c || 16 ὡς κορυφαία ἁρμονία vi. or. 9. 1 e cf. Lucian. lcarom.17)[*](6 τοῦ ἀνθρώπου MNα νοῦ ἀνθρωπίνου nescio unde δ τοῦ ἀν- θρωπίνου ἢ Hahn || 7 λόγῳ λόγον Mα(δ) || 10 διερέσει (suprascr αι) N || 13 αὐτὴν] ταύτην Markl. || 16 συνταράττειν MN | κορυ- φαιαρμονία (add. α man. post.) R! || 17 χορῶν B)
162
[*](Ed. Duebn. p. 76)

Τίς δὲ ὁ τρόπος τῆς θείας τέχνης, ὀνόματι μὲν εἰπεῖν οὐκ ἔχω, εἴσῃ δὲ αὐτῆς τὴν δύναμιν ἐξ εἰκόνος ἣ οἵα δήποτε·

ἐθεάσω νεῶν ἐρύσεις ἐκ θαλάττης ἄνω, καὶ λίθων ἀγωγὰς ὑπερφυῶν κατὰ μέγεθος, παντοδαποῖς ἑλιγμοῖς καὶ ἀναστροφαῖς ὀργάνων· ὧν ἕκαστον πρὸς τὸ πλησίον τὴν ῥώμην νειμάμενον, ἕτερον ἐξ ἑτέρου διαδεχόμενον τὴν ἀγωγήν, κινεῖ τὸ πᾶν· καὶ τὸ μὲν ὅλον ἔχει τὴν αἰτίαν τοῦ ἔργου· συνεπιλαμιβάνει δέ τι αὐτῷ καὶ τὰ μερικά.

Κάλει τοίνυν τεχνίτην μὲν τὸν θεόν, ὄργανα δὲ τοὺς λογισμοὺς τοὺς ἀνθρωπίνους, τέχνην δὲ τὴν ἀνθρωπίνην σπῶσαν ἡμᾶς ἐπὶ τὴν ἀγωγὴν τῆς εἱμαρμένης.

Εἰ δέ σοι καὶ σαφεστέρας εἰκόνος δεῖ, νόει μοι στρατηγὸν μὲν τὸν θεόν, στρατείαν δὲ τὴν ζωήν, ὁπλίτην δὲ τὸν ἄνθρωπον, σύνθεμα δὲ τὴν εἱμαρμένην, ὅπλα δὲ τὰς εὐπορίας, πολεμίους δὲ τὰς συμφοράς, σύμμαχον δὲ τὸν λογισμόν, ἀριστείαν δὲ τὴν ἀρετήν, ἧτταν δὲ τὴν μοχθηρίαν, μαντικὴν δὲ τὴν τέχνην αὐτὴν τὴν ἐκ τῆς παρασκευῆς ἐπισταμένην τὸ μέλλον.