Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ὢ νοσήματος διηνεκοῦς, καὶ ἐπὶ πολλὰς περιόδους χρόνων καταλαβόντος τὴν γῆν.

Ἐπιτολμήσαιμι δʼ ἂν ἔγωγε εἰπεῖν, ὅτι εἴπερ ἐστιν ἀδικίας πρὸς ἀδικίαν [*](64 b) ὑπερβολή, ὁ τιμωρῶν | τοῦ προϋπάρξαντος ἀδικώτερος. Ὁ μὲν γὰρ ὑπὸ ἀμαθίας ἐπὶ τὸ ἀδικεῖν ἐλθὼν ἔχει τὴν δίκην ἐκ τοῦ ψόγου· ὁ δὲ ἐπεξιών, προσλαβὼν ἐκ τοῦ ὁμοίου τὸ ἄδικον, ἀφῄρηκεν ἐκείνου τὸ ἐπίψογον.

Ὥσπερ γὰρ τῷ μαρίλῃ ἐμπεπλεγμένῳ τὸν συμπλεκέντα ἀνάγκη καὶ αὐτὸν συναισχῦναι τὸ σῶμα, οὕτω καὶ ὅστις ἀδίκῳ ἀνδρὶ συμπλέκεσθαι καὶ συγκυλινδεῖσθαι ἀξιοῖ, ἀνάγκη τοῦτον συναπολαύειν τοῦ κακοῦ, καὶ συναναπίμπλασθαι τῆς μαρίλης.

Ἀθλητῇ μὲν οὖν ἀνδρὸς προσφερομένου ἀθλητοῦ, ἐκ τῆς ἴσης ἀγωνίας καὶ φιλοτιμίας ἀποδέχομαι· ὁρῶ γὰρ αὐτοῖς ὁμοίαν μὲν [*](9.10 ἀδικίας . . ὑπερβολὴ sicut ἀρετῆς vel ἀγαθοῦ ὑπερβολὴ (or. 39 et 40) quam negabant stoici cf. Plut. stoic rep. 13 || 18 ἀθλητῇ sq. vi. simil. or. 1. 6 b) [*](18 μαρίλης] in mge τοῦ χνοῦ καὶ τοῦ λεπτοῦ τῶν ἀνθράκων (schol. rec.) R) [*](1 περιληφθὲν NO || 2 στῆσαι Wakefield silv. crit. III 155 | 4 (et 5) ἠφάνισεν (et ἀπώλεσεν) B (cum R!) || 12 τὴν in ras. R! | cum ψόγου desinit O || 14 μαρίλῃ Hob. μαρίλης codd. (δΔ) | ἐμπεπληγμένῳ H ἐμπεπλησμένῳ B Steph. (δ Δ) | συμπλεκέντα (cf. Crönert. l. l. 230 adn. 1) R συμπλακέντα cett. (δ Δ) || 17 καὶ τοῦ κακοῦ NPα(δ) || 18. 19 οὖν ἀνδρὸς om. MN (lacuna indi- cata) || 19 post ἀγωνίας lacunam novem litterarum excipit μίας MN)

156
τὴν φύσιν, παραπλησίαν δὲ τὴν μελέτην, ἰσότιμον δὲ τὴν ἐπιθυμίαν τοῦ νικᾶν·

ὅταν δὲ ἀγαθὸς ἀνὴρ πονηρῷ συμπέσῃ, οὐκ ἐκ τῆς αὐτῆς παλαίστρας προσεληλυθὼς ἑκάτερος, οὐδὲ ὑπὸ τῷ αὐτῷ παιδοτρίβη ἀσκηθείς, οὐδὲ τὴν αὐτὴν τέχνην ἐκμαθών, οὐδὲ τοῖς αὐτοῖς παλαίσμασιν ἐντεθραμμένος, οὐδὲ τοῦ αὐτοῦ στεφάνου ἐρῶν, οὐδὲ τοῦ αὐτοῦ κηρύγματος, οἰκτείρω τὴν μάχην, ἄνισος ἡ ἀγωνία.

Ἀνάγκη τὸν πονηρὸν κρατεῖν ἀγωνιζόμενον ἐν τοιούτῳ σταδίῳ, οὗ πονηροὶ μὲν θεαταί, ἄδικοι δὲ οἱ ἀθλοθέται· ὁ δὲ ἀγαθὸς ἐν τούτοῖς [*](Ed. Duebn. p. 74) ἄτεχνος, καὶ || ἀμαθής, καὶ ἄπορος ἀπιστίας, καὶ πανουργίας, καὶ ἀπάτης, καὶ τῶν ἄλλων παλαισμάτων, ὑφʼ ὧν μοχθηρία κρατύνεται καὶ ἰσχυρίζεται· ὥστε καὶ καταγέλαστος ἂν γίγνοιτο ἀντεπιχειρῶν ἀδικεῖν ὁ μὴ πεφυκὼς τὸν ἄδικον καὶ τῇ φύσει, καὶ τῇ τέχνῃ, καὶ τῷ ἔθει.