Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Εἶεν· οὐκ ἀδικεῖται ὁ χρηστὸς οὔτε ὑπὸ τοῦ χρηστοῦ, ἀνεπιβούλευτος γὰρ αὐτοῦ ἀρετή, οὔτε ὑπὸ τοῦ μοχθηροῦ, ἀναφαίρετος γάρ· λείπεται τοίνυν ἢ μηδὲν ἀδικεῖσθαι καθάπαξ, ἢ τὸν μοχθηρὸν ὑπὸ τοῦ ὁμοίου·

ἀλλὰ τῷ μοχθηρῷ οὐδενὸς μέτεστιν ἀγαθοῦ, ἡ δὲ ἀδικία ἦν ἀγαθοῦ ἀφαίρεσις· ὁ δὲ μὴ ἔχων ὅ,τι, ἂν ᾖ, ἀφαιρεθῇ, οὐδὲ εἰς ὅ,τι ἀδικηθῇ ἔχει.

Μήποτε οὖν οὐ κατὰ τὴν ἀφαίρεσιν τοῦ πάσχοντος ἡ ἀδικία τέτακται, ἀλλὰ κατὰ τὴν γνώμην τοῦ δράσαντος· καὶ ὁ μοχθηρὸς ὑπὸ τοῦ μοχθηροῦ ἀδικεῖται, κἂν μὴ ἔχῃ τὸ ἀγαθόν· καὶ ὁ χρηστὸς ὑπὸ μοχθηροῦ, ἂν ἔχῃ δὴ ἀν αφαίρετον τὸ ἀγαθόν.