Dialexeis
Maximus of Tyre
Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.
ὁρᾷ, ἢ μᾶλλον οὑτωσὶ λέγωμεν, ὅτι ἔοικεν τὸ ἀδικεῖν καὶ ἀδικεῖσθαι τῷ ἐλέγχειν καὶ ἐλέγχεσθαι· ἐλέγχει μὲν γὰρ ὁ τὸ ἀληθὲς εἰδώς, ἐλέγχεται δὲ ὁ ἀγνοῶν· καὶ ὡς οὐκ ἂν εἴη οὔτε τοῦ τἀληθὲς εἰδότος τὸ ἐλέγχεσθαι, οὔτε τοῦ τἀληθές οὐκ εἰδότος τὸ ἐλέγχειν, οὕτως οὐδὲ τὸ ἀδικεῖν εἴη ἂν καὶ τὸ ἀδικεῖσθαι τοῦ αὐτοῦ.
Ἐπεὶ τοίνυν οὐ τοῦ αὐτοῦ, | ἀλλʼ ἑτέρου, ὁ δὲ [*](62b) χρηστὸς τῷ πονηρῷ οὐχ ὁ αὐτός, ποτέρῳ πότερον προσθήσομεν; ἆρα τὸ μὲν ἀδικεῖν τῷ πονηρῷ, τὸ δὲ ἀδικεῖσθαι τῷ χρηστῷ; ἢ τὸ μὲν ἀδικεῖν τοῦ μοχθηροῦ, τὸ δὲ ἀδικεῖσθαι οὔπω δῆλον ὁποτέρου αὐτοῖν, οὑτωσὶ δὲ θεασώμεθα.
Ἀδικία ἐστὶν ἀφαίρεσις ἀγαθοῦ· τὸ δὲ ἀγαθὸν τί ἂν εἴη ἄλλο, ἢ ἀρετή; ἡ δὲ ἀρετὴ ἀναφαίρετον. Οὐκ ἀδικηθήσεται τοίνυν ὁ τὴν ἀρετὴν ἔχων, ἢ οὐκ ἔστιν ἀδικία ἀφαίρεσις ἀγαθοῦ·
οὐδὲν γὰρ ἀγαθὸν ἀφαιρετόν, οὐδὲ ἀποβλητόν, [*]((I 408/9))