Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ὅτῳ δὴ μέλει δίκης, καὶ περιβέβληται τουτὶ τὸ [*](Ed. Duebn. p.71) Πινδάρου τειχίον, οὗτος ἕλοιτο ἄν ποτε ἀδικηθεὶς ἀμύνασθαι ἐκ τῆς ἴσης; φέρε ἴδω τι καὶ λέγων· μὴ γὰρ οὖν καὶ ἀδικεῖσθαι αὐτῷ θέμις ᾖ.

Εἰ μὲν γὰρ τὸ ἀδικεῖν καὶ τὸ ἀδικεῖσθαι τοιοῦτόν ἐστιν, ὁποῖον τὸ τύπτειν καὶ τύπτεσθαι, καὶ τέμνειν καὶ τέμνεσθαι, οὐδὲν δεινὸν τὸν αὐτὸν καὶ δραστικὸν ὁμοῦ εἶναι ἀδικίας καὶ παθητικόν· εἰ δʼ ἐνταῦθα ὁ αὐτὸς μὲν τῇ κοινότητι τῆς φύσεως ἐνέργειαν καὶ πάθος, ἑκάτερον αὐτῶν, καταδέχεται, ἔοικεν δὲ τὸ ἀδικεῖν καὶ ἀδικεῖσθαι πολὺ μᾶλλον τῷ ὁρᾶν καὶ ὁρᾶσθαι, ὁ μὲν γὰρ τὸ μετέχον ὄψεως, τὸ δὲ, ὁρώμενον, οὐ πάντως καὶ

[*](1 Ὄσσα . . Ὄλυμπος vi. or. 28. 3 b || 2 ἀπεῖχον τοῦ οὐρανοῦ, ὅσον sq. vi. simil. or. 2. 2b || 14 εἰ δʼ ἐνταῦθα sq. cf. similem ra- tiocinationem Archytae ap. Stob. fl. l 70)[*](12 τέμνειν — 14 παθητικόν p)[*](4 καὶ δόκιμον — 5 ἡ ἀπάτη om. B || 9 φέῤ εἴδιω R φέῤ εἴδω BMNOP φέῤ ἴδω α(δ Δ) | λέγε B λέγω φα(δ Δ) || 10 οὖν] οὐ Markl. οὐδʼ Duk. | 〈ἀδικεῖν〉 καὶ ἀδικεῖσθαι Combes | ἦν B || 10.11 γὰρ καὶ τὸ B || 11 τοιοῦτο τί ἐστιν B || 12 καὶ τὸ τύπτε- σθαι OPα(δ) | καὶ τέμνειν καὶ τέμνεσθαι om. σ2 (φ?) ὥσπερ ἐστὶ τέμνειν καὶ τέμνεσθαι p || 13 οὕτως οὐδὲν p || 16 αὐτὸν MNP | 〈οὐ〉 καταδέχεται Markl. || 17 τὸ ὁρᾶν NOP | καὶ ὁρᾶσθαι — 18. p. 148. καὶ ὁρᾷ, ἢ om. N | οἱ μὲν γὰρ H (prim. man.) τὸ μὲν γὰρ φα(δ) ὁρᾶ γὰρ B ὁρᾶ μὲν γὰρ H (alt. man.) unde ὁρᾶται μὲν γὰρ Δ sed intellige ‘alter is est qui videt, alterum, etsi videtur, ipsum tamen non semper videtʼ || 18 ὄψεως 〈καὶ ὁρᾶται〉 Heins. )
148

ὁρᾷ, ἢ μᾶλλον οὑτωσὶ λέγωμεν, ὅτι ἔοικεν τὸ ἀδικεῖν καὶ ἀδικεῖσθαι τῷ ἐλέγχειν καὶ ἐλέγχεσθαι· ἐλέγχει μὲν γὰρ ὁ τὸ ἀληθὲς εἰδώς, ἐλέγχεται δὲ ὁ ἀγνοῶν· καὶ ὡς οὐκ ἂν εἴη οὔτε τοῦ τἀληθὲς εἰδότος τὸ ἐλέγχεσθαι, οὔτε τοῦ τἀληθές οὐκ εἰδότος τὸ ἐλέγχειν, οὕτως οὐδὲ τὸ ἀδικεῖν εἴη ἂν καὶ τὸ ἀδικεῖσθαι τοῦ αὐτοῦ.