Dialexeis
Maximus of Tyre
Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.
Οὕτω καὶ ὁ Σωκράτης Ἀθηναίων κατεγέλα, ὡς παιδαρίων ψηφιζομένων, καὶ κελευόντων ἀποθνήσκειν ἄνδρα θνητόν.
Καὶ ἄλλος ὅστις ἀγαθὸς ἀνὴρ καὶ δίκαιος καταγελάσεται γέλωτα ἀκραιφνῆ, ὁρῶν τοὺς ἀδίκους ἐπʼ αὐτὸν ὡρμημένους σπουδῇ, οἰομένους τὶ δρᾶν, δρῶντας δὲ οὐδέν·
ἀλλὰ καὶ ἀτιμαζόντων ἐκείνων, βοήσεται τὸ τοῦ Ἀχιλλέως, [*]((I 608))
Εἰ μαντικῆς οὔσης, ἔστίν τι ἐφʼ ἡμῖν.
Ὅτε οἱ Μῆδοι ἐπὶ τὴν Ἑλλάδα ἐστρατεύοντο, ἐχρῶντο οἱ Ἀθηναῖοι τῷ θεῷ, τί χρῆ δρᾶν ἐπιόντος αὐτοῖς βαρβαρικοῦ στόλου, ἵππου Μηδικῆς, ἀρμάτων Περσικῶν, ἀσπίδων Αἰγυπτίων· εἵποντο δὲ καὶ σφενδονῆται Κᾶρες, καὶ ἀκοντισταὶ Παφλαγόνες, καὶ πελτασταὶ Θρᾷκες, καὶ ὁπλῖται Μακεδόνες, καὶ Θετταλικὸν ἱππικόν·