Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἀλλὰ διὰ τοῦτο, φαίη ἄν τις, ὁ δίκαιος ἀνὴρ προπηλακί ζεται, καὶ συκοφαντεῖται, καὶ διώκεται, καὶ χρήματα ἀφαιρεῖται, καὶ εἰς δεσμωτήριον ἐμβάλλεται, καὶ

[*](ΛϚ΄)

φεύγει, καὶ ἀτιμοῦται, καὶ ἀπο|θνήριον Τί οὖν, εἰ [*](65 a) καὶ οἱ παῖδες νόμους πρὸς ἀλλήλους θέμενοι, καθίσαντες δικαστήριον ἑαυτῶν, ὑπάγοιεν ἄνδρα κατὰ τοὺς [*](14. 15 ὁ μὴ πεφυκὼς ut or. 1. 5 d || 17 ὁ δίκαιος sq. cf. Senec. dial. II 15.1 ‘desinite itaque dicere, non accipiet ergo sapiens iniuriam, si caedetur, si oculus ei eruetur’) [*](3 in mge σημείωσαι M | προεληλυθὼς Markl. || 9 τοιούτῳ] τούτῳ Bφ? | οἷ] ᾧ Δ⁰ || 10 οἱ ἀθληταί in mge corr. NP || 11 ἄπειρος B (suprascr. ο) et ita Reiske || 14 ἀντεπιχειρῶν] αὐτῷ ἐπιχειρῶν B ἐπιχειρῶν Reiske | ἀνταδικεῖν Reiske || 15 πεφυκὼς 〈ὑποκρίνεσθαι〉 τὸν Reiske τῶν ἀδίκων Steph. (Δ⁰) || 20 in mge ΛϚ΄ (num. quaternionis) R! || 20. 21 εἰ καὶ (ante οἱ) om. α(δ) καὶ οἱ del. Heins. || 22 ὑπάγοι MNP ἀπάγοιεν Hemsterhuys ad Pol- luc. IX 110)

157
αὐτῶν νόμους, κᾆτα, εἰ δόξαι ἀδικεῖν, ψηφίζοιντο αὐτὸν ἄτιμον εἶναι ἐν τῷ τῶν παίδων δήμῳ, δημεύοιεν δὲ αὐτοῦ τὰ παιδικὰ χρήματα, τούς ἀστραγάλους καὶ τὰ παίγνια, τί εἰκὸς πρᾶξαι τὸν ἄνδρα ἐκ τοιούτου δικαστηρίου αὐταῖς ψήφοις καὶ καταδίκαις αὐταῖς;

Οὕτω καὶ ὁ Σωκράτης Ἀθηναίων κατεγέλα, ὡς παιδαρίων ψηφιζομένων, καὶ κελευόντων ἀποθνήσκειν ἄνδρα θνητόν.

Καὶ ἄλλος ὅστις ἀγαθὸς ἀνὴρ καὶ δίκαιος καταγελάσεται γέλωτα ἀκραιφνῆ, ὁρῶν τοὺς ἀδίκους ἐπʼ αὐτὸν ὡρμημένους σπουδῇ, οἰομένους τὶ δρᾶν, δρῶντας δὲ οὐδέν·