Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἐν ποτέρᾳ δὴ τῶν φύσεων τούτων τὸν θεὸν τακτέον; ἆρα οὐκ ἐν τῇ στασιμωτέρᾳ καὶ ἑδραιοτέρᾳ, καὶ ἀπηλλαγμένῃ τοῦ ῥεύματος τούτου καὶ τῆς μεταβολῆς; [*](4 χαλεπὸν εὑρεῖν vi. or. 1. 8 a; 33. 1 a al. | νήφοντα νοῦν vel ἄνδρα vi. or. 3. 7 d || 6 πολυειδής sq. vi. supra § VII a sq. || 7 ῥέουσα cf. ἀλλʼ ἀεὶ ῥέον Diog. Laert. III 9 || 10. 11 ὑπὸ . . σάλου . . κραδαινομένην ═ or. 9. 6a || 13. 14 τὸ σῶμα . . ἐν τῷ κλύ- δωνι . . σειόμενον ═ or. 9. 6 a) [*](17 οὐκ ἐν τῇ — 18 ῥεύματος v (: στασικώτερον)) [*](1 θυμιαμάτων 〈μὴ θορυβεῖσθαι μηδὲ μεθύσκεσθαι〉 Reiske καρτερεῖν Markl. (Duebn.) | 〈καὶ〉 συναγείραντος Heins συναγεί- ραντος 〈ἑαυτὸν 〉 Reiske συναγείρειν (ut συστέλλειν et ἀποστρέφει postea) p || 2 καὶ τὰς] αὑτὸν τὰς Heins. | ἀποστρέψαντος Reiske ἀποστρέφεσθαι Heins. || 3 〈τὸ 〉 νηφάλιον Dav2. 〈πρὸς τὸ〉 νηφάλιον α(δ Δ) om. p διατελεῖν (vel τηρεῖν τὸ) νηφάλιον Schenkl sed sub- audi (vel adde) εἶναι || 5 αὐτοῦ BMNOPS (Dav.1) | θεάμασιν p (cum R!) || 6 φύσις (σις in ras.) R! om. O | τε] τις Reiske || 7 συμπεφυρμένη Heins. || 8 αὑτῇ φα(δ Δ⁰) || 16 τοῦτον PS || 17 στα- σικωτερᾳ V)

138
τί γὰρ ἂν καὶ τῶν ὄντων σταίη, ὅτι μὴ τοῦ θεοῦ ἐπαφησαμένου τῆς | ἐκείνου φύσεως; Εἰ δέ σοι πρὸς [*](59b) τὸ πᾶν ὥσπέρ τινος χειραγωγίας δεῖ, ἔφες τῷ λόγῳ· ὁ δὲ ἐρήσεται, διαιρούμενος τὰς γνωριμωτάτας φύσεις δίχα, καὶ τὴν ἑτέραν τὴν τιμιωτέραν τέμνων ἀεί, ἔστʼ ἂν ἐφίκηται τοῦ νῦν ζητουμένου.

Τῶν ὄντων τοίνυν [*](Ed. Duebn. p. 68)τὰ || μὲν ἄψυχα, τὰ δὲ ἔμψυχα· καὶ τὰ μὲν ἄψυχα, λίθοι καὶ ξύλα καὶ ὅσα τοιαῦτα· τὰ δὲ ἔμψυχα, φυτὰ καὶ ζῷα·

κρεῖττον δʼ ἔμψυχον, ἀψύχου· Τοῦ δʼ ἐμψύχου τὸ μὲν φυτικόν, τὸ δὲ αἰσθητικόν· τὸ αἰσθητικὸν τοῦ φυτικοῦ κρεῖττον·

Τοῦ δὲ αἰσθητικοῦ τὸ μὲν λογικόν, τὸ δὲ ἄλογον· κρεῖττον δὲ τὸ λογικὸν τοῦ ἀλόγου.

Ἀλλὰ καὶ ἐν λογικῇ ψυχῇ, ἐπειδήπερ ἐστὶν ἡ πᾶσα ὥσπερ ἄθροισμά τι, θρεπτικόν, αἰσθητικόν, κινητικόν, παθητικόν, νοητικόν. Ὃν οὖν ἔχει λόγον τὸ ἄψυχον πρὸς τὸ ἔμψυχον, τοῦτον ἔχει καὶ ἡ ἔννους ψυχὴ αὐτὸ τοῦτο πρὸς τὴν ὅλην ψυχήν· καὶ δηλαδὴ ὡς κρεῖττον ἡ ἔννους ψυχὴ τῆς ἐξ ἁπάντων τούτων ἠθροισμένης·

Ποῦ τοίνυν τούτων τὸν θεὸν [*](6 τῶν ὄντων sq. vi. or. 9. 2 a sq. || 9 κρεῖττον δʼ ἔμψυχον ἀψύχου cf. Marc. Ant. V 16 κρείττω δὲ τῶν μὲν ἀψύχων τὰ ἔμ- ψυχα, τῶν δὲ ἐμψύχων τὰ λογικά || 14 θρεπτικόν sq. cf. Plut. Ei ap. Delph. 13 (390 f)) [*](1 τοῦ ÷θεοῦ R! || 3 τὸν πᾶν NO | δεῖ (in ras., ex δι) R! | ἔφες Hob. et ita Schenkl ἔφη (s. acc. R) codd. ἕπου φα(δ Δ) || 4 αἱρήσεται B ἡγήσεται Reiske (Duebn.) || 5 τὴν τιμιωτέραν om. B | ἀεὶ τέμνων B || 7 ἄψυχα ÷÷ τὰ R! || 8 τοιαῦτὰ (suprascr. τα) R! || 10 τὸ 〈δʼ〉 αἰσθητικὸν Schott. || 11 ἐσθητικοῦ O || 13 ἀλλα- 〈χοῦ τε〉 καὶ Reiske || 14. 15 αἰσθητικόν et παθητικόν om. σ2 | 16 τὸ ἄψυχον RB τὸ ἔμψυχον cett. (δΔ) | τὸ ἔμψυχον RB τὸ ἄψυχον cett. (δ Δ) | τοῦτον] τὸν αὐτὸν τοῦτον φα(δ Δ) | καὶ ἡ (in ras. ex καιμ) R! || 17 αὐτὸ τοῦτο om. φα(δΔ) || 18 δῆλα δὴ Steph. | κρεῖττον ἡ (ἡ in ras. ex ν) R! || 19 τούτων] τῶν B om. MNPα(δ) ἠθροισμένης] ἀθροισμάτων B | τοῦτον NOPSα(δ) corr. Markl. | τὸν θεὸν τούτων B)

139
τάττωμεν; πότερα ἐν τῷ ἀθροίσματι; ἀλλὰ εὐφημεῖν ἄξιον.

Λίπεται δὴ ὥσπερ εἰς ἀκρόπολιν ἀναβιβασαμένους τῷ λόγῳ τὸν θεὸν ἱδρῦσαι κατὰ τὸν νοῦν αὖ τὸν ἀρχηγικώτατον ἀλλὰ καὶ ἐνταῦθα διφυῆ ὁρῶ·

τοῦ γὰρ νοῦ ὁ μὲν νοεῖν πέφυκεν, καὶ μὴ νοῶν· ὁ δέ, καὶ πέφυκεν, ἀλλὰ καὶ οὗτος οὔπω τέλειος, ἂν μὴ προσθῇς αὐτῷ τὸ καὶ νοεῖν ἀεί, καὶ πάντα νοεῖν, καὶ μὴ ἄλλοτε ἄλλα· ὥστε εἴη ἂν ἐντελέστατος, ὁ νοῶν ἀεί, καὶ πάντα, καὶ ἅμα.