Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Τῇ τοῦ ἀνθρώπου ψυχῇ δύο ὀργάνων ὄντων πρὸς σύνεσιν, τοῦ μὲν ἁπλοῦ, ὃν καλοῦμεν νοῦν, τοῦ δὲ ποικίλου καὶ πολυμεροῦς καὶ πολυτρόπου, ἃς αἰσθήσεις καλοῦμεν, συνῆπται μὲν αὐτῶν ἡ ἐργασία, κεχώρισται δὲ ἡ οὐσία·

ὡς δὲ ταῦτα πρὸς ἄλληλα ἔχει, οὕτω κἀκεῖνα ὧν ἐστι ταῦτα ὄργανα· καὶ διαφέρει νοητὸν 〈καὶ〉 αἰσθητόν, ὅσον νοῦς αἰσθήσεως. Ἔστιν δὲ τούτων κατὰ μὲν τὴν ὁμιλίαν θἄτερον γνωριμώτερον, τὸ αἰσθητόν· τὰ δὲ νοητὰ ἄγνωστα μὲν ταῖς ὁμιλίαις, γνωριμώτερα δὲ τῇ φύσει·

ζῷα γάρ που, καὶ φυτά, καὶ λίθοι, καὶ φωναί, καὶ θυμοί, καὶ ὁρμαί, καὶ σχήματα, [*](1 ἐπίασιν Μῆδοι sq. vi. or. 13. 1 a; 30. 2 g ἐπιόντας sq. etiam or. 29. 7 a ἐπιόντα πόλεμον || 2 ἐπιθυμῶ Σικελίας de Alcibiade dictum vi. or. 21. 3 d ἐρᾶν . . Ἀλκιβιάδην Σικελίας or. 27. 6 c etiam or. 7. 4 g || 9 τοῦ μὲν ἁπλοῦ sq. cf. Diog. Laert lII 9 || 10 ποικίλου sq. [simil. πολυμερὲς cum πολύφωνον et πολυπαθές coniunctum vi. or 7. 2 d et or. 27. 6 etiam or. 16. 4 g] cf. Diog. Laert. III 9 Plat. Theaet 156 a) [*](8 in mge σημείωσαι ὅτι νοῦς καὶ αἴσθησις ὄργανα πρὸς σύνεσιν τῶν ὄντων τῇ ψυχῇ M eadem rubro colore PS ?? R!) [*](1 κἂν 〈γὰρ〉 ὁ Markl. || 5 αὑτοῦ 〈ἤ〉 τις ἐξ φα(δ Δ) || 7 ἀποκρινάσθω in φ exstitisse suspicatur Heins. (,,loquatur“ σ2) 8 ἀνθρώπου (θρω in ras.) R! || 13 διαφέρει (δι suprascr. man. recent.) R! || 14 〈καὶ〉 αἰσθητόν Hob. cum R αἰσθητοῦ cett (δ Δ) | ὅσον (non ὅσαν) ὡς B || 18 θυμοί] χυμοί Markl. Duebn.) ὁρμαί (ρμ in ras. ex σμ R!)] ὀσμαὶ Markl. (Duebn.))

136
καὶ χροιαί, ὑπὸ τοῦ ἔθους ξυναγειρόμενα, καὶ τῇ καθʼ ἡμέραν διαίτῃ ἀνακιρναμένῃ παρεσκεύακεν τὴν | ψυχὴν καὶ ἀναπέπεικεν, μηδὲν ἄλλο ἡγεῖσθαι [*](59a) εἶναι, ὅτι μὴ ταῦτα·

τὸ δὲ νοητόν, ἀπηλλαγμένον τῆς τούτων ἐπαφῆς καὶ ἐπερείσεως αὐτὸ καθʼ ἑαυτὸ ὁρᾶσθαι πέφυκεν ὑπὸ τούτου·

ὁ δὲ τῇ πάσῃ ψυχῇ ἐμπεφυτευμένος διασπᾶται ὑπὸ τῶν αἰσθήσεων, καὶ ταράττεται, καὶ ἀσχολίαν ἄγει, ὥστε μὴ διορᾶν τὰ αὑτοῦ