Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Εἰ δὲ συναγαγὼν ἐκκλησίαν τῶν τεχνῶν τούτων κελεύοις ἅπαντας ἀθρόους διὰ ψηφίσματος ἑνὸς ἀπο κρίνασθαι περὶ τοῦ θεοῦ, οἴει ἄλλο μὲν ἂν τὸν γραφέα εἰπεῖν, ἄλλο δὲ καὶ τὸν ἀγαλματοποιόν, καὶ τὸν ποιητὴν ἄλλο, καὶ τὸν φιλόσοφον ἄλλο; ἀλλʼ οὐδέ, μὰ Δία, τὸν Σκύθην, οὐδὲ τὸν Ἕλληνα, οὐδὲ τὸν Πέρσην ἢ τὸν Ὑπερβόρειον·

ἀλλὰ ἴδοις ἂν ἐν μὲν τοῖς, ἄλλοις, ἐν δὲ τοῖς, ἄλλοις ταὐτὸ ψηφιζομένους τοὺς ἀνθρώπους, πάντας δὲ πᾶσιν διαφερομένους· οὐ τὸ ἀγαθὸν τὸ αὐτὸ πᾶσιν, οὐ τὸ κακὸν ὅμοιον, οὐ τὸ αἰσχρόν, οὐ τὸ καλόν·

|| νόμος μὲν γὰρ δὴ καὶ δίκη ἄνω καὶ [*](Ed. Duebn. p. 66) κάτω φύρεται διασπώμενα καὶ σπαρασσόμενα· μὴ γὰρ ὅτι γένος γένει ὁμολογεῖ ἐν τούτοις, ἀλλʼ οὐδὲ πόλις πόλει, ἀλλʼ οὐδὲ οἶκος οἴκῳ, οὐδὲ ἀνὴρ ἀνδρί, οὐδὲ αὐτὸς αὑτῷ· [*](8 τὸν Σκύθην sq. nam ἔμφυτος illa est θεῶν ἔννοια Dio Chrys. XII 27 cf. Arnob. contra gent. l 24 Euseb. laud. Const. I p. 717 Cicer. nat. deor. l 16. 43 sq. et 17. 44 aliter de Scythis Persis ceteris Lucian. Iup. trag. 690a || 11 πάντας sq. vi. or. 1 b vers. finem cf. Plat. Theaet 154a ἄλλῳ ἀνθρώπῳ ἆῤ ὅμοιον καὶ σοὶ φαίνεται ὁτιοῦν; || 13. 14 ἄνω καὶ κάτω φύρεται vi. or. 1. 2 b || 17 αὐτὸς αὑτῷ cf. Plat. Theaet. 154a ὅτι οὐδὲ σοὶ αὐτῷ ταὐτὸν . . . (φαίνεται)) [*](3 τεχνῶν τούτων] τεχνιτῶν Reiske (Duk.) || 4. 5 ἀποκρίνασθαι (κρι in ras.) R! || 5 〈οὐκ〉 οἴει Markl. || 6 καὶ (ante τὸν ἀγαλματο- ποιόν) om. BMNSOα || 8 Ἕλληνα] Ἰνδὸν (vel Σύρον) Reiske || 9 Ὑπερβόρειον (ει in ras. ex ε) R! | (et p. 132. 4) εἴδοις R | ἄλλοις] ἄλλους NOPS Dav.2 ἄλλα Μφα(δΔ) ἄλλως Markl. || 10 ἄλλοις] ἄλλα MNOPSφα(δΔ) ἄλλοις ἄλλα Schenkl ἄλλως Markl. ἄλλους ἄλλοις Dav.2 | ταὐτὸ] καὶ οὐ ταὐτὰ MNOPSφα(δΔ) οὐ ταὐτὸ Markl. | ἀντιψηφιζομένους Dav.2 || 11 δὲ] τε Dav.2 || 14 φύ- ρεται] φέρεται MNα(δ Δ⁰) || 17 αὐτῷ BMNPO)

132
(σ 136/7) τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπʼ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶντε.