Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

μὲν δὴ εὖ πεφυκὼς ἀνήρ, καὶ πρὸς ἀρετὴν εὐδρομώτατος, αὐτὸς παῤ αὐτοῦ τὴν ἀρχὴν λαβών, πορεύεται, καὶ ἐφοδεύει, καὶ ξυλλαμβάνει, καὶ ἀναπεμπάζεται τῇ μνήμῃ τὰ τοῦ νοῦ θεάματα·

ὁ δὲ ἧττον δεινός, δεῖται τοῦ Σωκράτους, αὐτοῦ μὲν διδάσκοντος οὐδέν, διερωτῶντος δὲ καὶ διαπυνθανομένου·

ὁ δὲ ἀποκρίνεται τἀληθῆ αὐτά. Τίς ἂν οὖν ἀποκρίνεται, ἃ μήπω οἶδεν; πλὴν εἰ μὴ καὶ τὸν βαδίζοντα, χειραγωγοῦντος ἑτέρου, φήσει τὶς μὴ βαδίζειν αὐτόν.

Τί τοίνυν διαφέρει ὁ χειραγωγῶν τοῦ ἀνερωτῶντος, καὶ τί διαφέρει ὁ βαδίζων τοῦ ἀποκρινομένου; ὁ μὲν γὰρ ἑαυτῷ παρέχει τὴν ἐνέργειαν, ὁ δὲ ἐκείνῳ τὴν | ἀσφάλειαν Ἀλλʼ οὔτε ὁ χειραγωγούμενος μανθάνει [*](56a) βαδίζειν, οὔτε ὁ ἀνερωτώμενος ἀποκρίνεσθαι μανθάνει· ἀλλʼ ἑκάτερος, ὁ μὲν βαδίζει, δύναται γάρ· ὁ δὲ ἀποκρίνεται, οἶδε γάρ· ξυνεπιλαμβάνουσιν δὲ πρὸς ἀσφάλειαν ἑκατέρῳ ἑκάτερος. ||

[*](3.4 διατεταμένων κάλων sq similitudinem suppeditavit or. 9.5 g et 6 a τὰ ὥσπερ καλώδια sq. || 6 βραχείας ἀρχῆς ut supra § VII d || 13 τίς ἂν οὖν sq. cf Plat. Phaed. 73a ἐρωτώμενοι οἱ ἄνθρωποι ἐάν τις καλῶς ἐρωτᾷ, αὐτοὶ λέγουσι πάντα ᾗ ἔχει καίτοι εἰ μὴ ἐτύγχανεν αὐτοῖς ἐπιστήμη ἐνοῦσα . . . οὐκ ἂν οἷοί τʼ ἦσαν τοῦτο ποιήσειν)[*](1.2 κινήσας MNH (in mge κλονήσας) α(δ) || 2 διὰ] κατὰ α(δ) || 6 εὔνοιαν MN || 8 αὐτός τε παῤ αὑτοῦ α(δ) 11 τοῦ (ante Σωκράτους) om. Bα(δ) || 13 αὐτός Reiske (Duebn.) sed vi. p. 126. 4 | ἀποκρίνηται Bα(δ∠) || 16 ὁ (ante χειραγωγῶν) om. B || 22 οἶδε γάρ om. B | ἀσφάλειαν (ει in ras. ex ι) R!)
125

Σῶμα μὲν βαδιστικὸν τῇ φύσει, ψυχὴ δὲ λογιστικὴ [*](Ed. Duebn. p.64) τῇ φύσει· εἰ δʼ ἐστὶν ἀθάνατος, ὥσπέρ ἐστιν, ἀνάγκη που αὐτῇ τοῦτο ἐξ ἀϊδίου ἐνεῖναι, τὰς νοήσεις τὲ καὶ ἐπιστήμας τῶν πραγμάτων.