Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Εἰ τοιούτου δεῖ λόγου τοῖς φιλοσοφίας ἐφιεμένοις, τὸν ἔχοντα ἀθρητέον καὶ δοκιμαστέον καὶ αἱρετέον, ἐάν τε πρεσβύτης οὗτος ᾖ, ἐάν τε νέος, ἐάν τε πένης, ἐάν τε πλούσιος, ἐὰν ἔνδοξος· ἀσθενέστερον δέ, οἶμαι, καὶ νεότητος γῆρας, καὶ πλούτου πενία, καὶ δόξης ἀδοξία.

Οἷς δʼ ἂν τὰ ἐλαττώματα ταῦτα προσῇ, ῥᾷον ἐπʼ αὐτοὺς οἱ ἄνθρωποι παραγίγνονται, καὶ γεγόνασιν αἱ παρὰ τῆς τύχης συμφοραὶ πρὸς φιλοσοφίαν ἐφόδια·

καὶ ὅτι μὲν πένης ἦν ὁ Σωκράτης, ὁ πένης εὐθὺς μιμήσεται τὸν Σωκράτην· ὡς ώνάμεθα, ὅτι μὴ καὶ οἱ σιμοὶ καὶ οἴ προγάστορες ἀμφισβητοῦσιν φιλοσοφίας·

ὅτι δὲ Σωκράτης οὐκ ἐπὶ τοὺς πένητας ὠθεῖτο μόνον, ἀλλὰ καὶ ἐπὶ τοὺς πλουσίους καὶ τοὺς ἐνδόξους καὶ τοὺς εὐγενεστάτους, διαμέμνηται οὐδείς.

Ἡγεῖτο γάρ, οἶμαι, ὁ [*](1 ἡδονὰς sq. vi. or. 25. 7 b || 2 ὥσπερ ὑπὸ σάλπιγγι vi. or. 25. 7 a ἐφορμητικὸν, ἀνακλητικὸν vi or. 17. 5 d cf. Epict diss. l 29. 29 || 9 ἐλαττώματα sq. est igitur eorum quos Epictetus petit verbis δεῖ . . παρακληθῆναι τοὺς ἀκουσομένους καὶ σὲ ἐν κομψῷ στολίῳ . . ἀναβάντα διαγράφειν diss IIl 23.25 ||12 πένης vi. or. 3. 3 b 39. 5 i ||13.14 σιμοὶ προγάστορες vi or. 39. 5i) [*](10 καὶ γεγόνασιν — 13 Σωκράτην n) [*](1 ἀλλʼ Ϛ(δ Δ) προσαναγκάζων Markl. || 4. 5 τοὺς ἔχοντας Markl. || 5 ἀθρητέον RH ἀθροιτέον BMN ἀθροιστέον φα(δ) corr. Markl. || 6 οὗτος om. MNα(δ) 7 ἐάν τε ἔνδοξος MNα(δ) ἐάν τε ἔνδοξος ἐὰν (τε) ἄδοξος HB (Steph.) ἐάν τε ἄδοξος ἐάν τε ἔνδοξος Δ ἐὰν ἄδοξος Schenkl. || 9 ἐπʼ αὐτὴν Heins. || 12 μεμνή- σεται H || 13 ὠνάμεθα (non μ suprascr. seu ?? (i. e. accentus circumflexus) linoeola ducta deletum ut similiter or. 5 7 b εὔξαιο) F || 15 οὐκ del. Markl. || ἀλλʼ οὐ καὶ Markl. || 17 διαμέμφεται Dav. | ἡγεῖται M φα(δ) corr. Markl.)

16
Σωκράτης Αἰσχίνου μὲν φιλοσοφήσαντος καὶ Ἀντισθένους ὄνασθαι ἂν ὀλίγα τὴν Ἀθηναίων πόλιν· μᾶλλον δὲ μηδένα τῶν τότε, πλὴν ἡμῶν τῶν ἔπειτα, κατὰ τὴν μνήμην τῶν λόγων·

εἰ δὲ Ἀλκιβιάδης ἐφιλοσόφει, ἤ Κριτίας, ἢ Κριτόβουλος, ἢ Καλλίας, οὐδὲν ἄν τῶν δεινῶν τοῖς τότε Ἀθηναίοις ξυνέπεσεν·

οὐδὲ γὰρ ἡ Διογένους ζήλωσις θυλάκιον καὶ βακτηρία, ἀλλʼ ἔξεστίν που καὶ ταῦτα περιβεβλημένον Σαρδανα |πάλλοῦ εἶναι [*](24a) κακοδαιμονέστερον·

ὁ Ἀρίστιππος ἐκεῖνος πορφυρίδι ἀμπισχόμενος, καὶ μύροις χριόμενος, οὐχ ἧττον τοῦ Διογένους ἐσωφρόνει.

Ὥσπερ γάρ, εἴ τις δύναμιν σώματος παρεσκευάσατο οὐδὲν ὑπὸ πυρὸς λυμαινομένην, ἐθάρσει ἄν, οἶμαι, καὶ τῇ Αἴτνῃ αὐτοῦ παραδοὺς τὸ σῶμα· οὕτω καὶ ὅστις πρὸς ἡδονὴν παρεσκεύασται καλῶς, οὐδὲ ἐν αὐταῖς ὢν θάλπεται, οὐδὲ ἐμπίμπραται, οὐδὲ ἐκτήκεται.