Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

οἷόν που καὶ οἱ πωλευταὶ δρῶσιν, μήτε ἀποσβεννύντες τὸν θυμὸν τῶν πωλευμάτων, [*](Ed. Duebn. p. 26)μήτε ἐφιέν |τες αὐτοῖς ἀνέδην χρῆσθαι | [*](23b) τῇ γενναιότητι.

Οἰκονομεῖ δὲ πώλου μὲν θυμὸν χαλινός, καὶ ῥυτῆρες, καὶ ἱππέως καὶ ἡνιόχου τέχνη· ψυχὴν δὲ ἀνδρὸς λόγος, οὐκ ἀργός, οὐδὲ ῥυπῶν, οὐδὲ ἠμελημένος, ἀλλὰ ἀνακεκραμένος ἤθει καὶ πάθει, καὶ μὴ παρέχων σχολὴν τοῖς ἀκροωμένοις τὰς φωνὰς ἐξετάζειν καὶ τὰς [*](1 σοφιστῶν vi. or. 26. 2 g et c cf. Themist. 34. 3 Lucian. necyom. 4. 459 sq. || 2 θαρρήσαιμι sq. ut or. 32 9 d || 17 πώλου sq. simil. vi. or. 30. 1 b sq. || 20.21 παρέχων σχολὴν sq vi. or. 17 5f καὶ μὴ sq.) [*](2 θαρσήσαιμι B || 5 ὅσον B ὅσην α (δ Δ) || 6 διαφεύγομεν RB διαφεύγωμεν cett. (δ Δ) ||7 καλλωπιζόμεθα pr man. R | δὲ] δὴ Markl | ἡ Ϛ(δ Δ) ||7.8 καὶ οἱ γοαμματισταὶ πολλοῦ ἄξιοι B || 8 πραγματευόμενοπερὶ (suprascr. ι) R! ||9 ἔθει B | ἀνοητοτάτων BN || 11 αὐτὴν Βφ | συνεπαίροντος Mα(θ) || 13 οὐδενὶ ἄλλῳ ἢ Markl. || 15 δρῶσιν B cum R! | τῶν πωλευμάτων — 17 μὲν θυ- μὸν om. B || 16 ἀναίδην R! || 17 οἰκονομεῖ (ει in ras. ex ῆ) R δὲ ex δεῖ ras. corr. R || 20 καὶ πάθει om. N)

15
ἐν αὐταῖς ἡδονάς, ἀλλὰ ἀνίστασθαι προσαναγκάζει καὶ συνενθουσιᾶν, ὥσπερ ὑπὸ σάλπιγγι, νῦν μὲν τὸ ἐφορμητικὸν φθεγγομένῃ, νῦν δὲ τὸ ἀνακλητικόν.

Εἰ τοιούτου δεῖ λόγου τοῖς φιλοσοφίας ἐφιεμένοις, τὸν ἔχοντα ἀθρητέον καὶ δοκιμαστέον καὶ αἱρετέον, ἐάν τε πρεσβύτης οὗτος ᾖ, ἐάν τε νέος, ἐάν τε πένης, ἐάν τε πλούσιος, ἐὰν ἔνδοξος· ἀσθενέστερον δέ, οἶμαι, καὶ νεότητος γῆρας, καὶ πλούτου πενία, καὶ δόξης ἀδοξία.

Οἷς δʼ ἂν τὰ ἐλαττώματα ταῦτα προσῇ, ῥᾷον ἐπʼ αὐτοὺς οἱ ἄνθρωποι παραγίγνονται, καὶ γεγόνασιν αἱ παρὰ τῆς τύχης συμφοραὶ πρὸς φιλοσοφίαν ἐφόδια·