Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ἄνθρωποι δὲ ὄντες οὐδὲ κατὰ ὄρνιθας ξυνάσονται ἡμῖν, ἀκούοντες θαμὰ οὐκ ἀσήμων αὐλημάτων, ἀλλὰ νοερῶν λόγων καὶ διηρθρωμένων

καὶ γονίμων καὶ πρὸς μίμησιν εὖ πεφυκότων; Ὥστε ἔγωγε τέως καὶ πρὸς ἅπαντας ὑπὲρ τῶν ἡμετέρων σιγὴν ἔχων καὶ μηδὲν σεμνὸν μηδὲ ὑπέραυχον μήτε ἰδίᾳ μήτε εἰς κοινὸν εἰπεῖν, νῦν μοι δοκῶ ὑμῶν εἵνεκεν γαυρότατα ἄν καὶ μεγαλαυχότατα εἰπεῖν.

Παρελήλυθεν εἰς ὑμᾶς, ὦ νέοι, παρασκευὴ λόγων αὕτη πολύχους καὶ πολυμερὴς καὶ πάμφορος, καὶ ἐπὶ πάσας ἐξικνουμένη ἀκοὰς καὶ πάσας φύσεις, καὶ πάσας ζηλώσεις λόγων, καὶ πάσας παιδευμάτων ἰδέας, ἀταμίευτος καὶ ἄμισθος καὶ ἀπροφάσιστος καὶ ἄφοθονος, ἐν μέσῳ κειμένη τοῖς δυναμένοις λαβεῖν.

Εἴτέ τις ῥητορείας ἐρᾷ, οὗτος αὐτῷ δρόμος λόγου πρόχειρος καὶ πολυαρκὴς [*](1 ἀνὴρ φιλοθρέμμων sq vi infra or. 29. 4 b sq. || 15 γαυρό- τατα sq. aliter Dio Chrys. XIl 13 (et 15) οὐ λαμβάνω μαθητὰς εἰδὼς ὅτι οὐδὲν ἂν ἔχοιμι διδάσκειν.) [*](1 τῶν αὐλῶν αὐτῶν] τῶν αὐλημάτων Markl αὐλῶν del. Reiske ||2. 3 τοἄσημον (suprascr υτο) R! ||3 ἦν — 4 αὐλητικός om MN φα(δ) || 5 ἀντάγοντες B ὁσημέραι (σ in ras.) R! ||6 τε- λευτῶν MNα(δ ) corr. Markl. || 9 ἡμῖν (ῖν in ras.) R! || 12 τέως μὲν καὶ Nα(δ) ||13 14 μήτειδίᾳ R! | εἰπὼν ϛ(δ Δ) | εἴνεκιν (κ in ras.) R! || 16 νεοπαρασκευὴ (suprascr. ι) F ||19 λόγον pr. man. R! |καὶ (ante ἄμισθος) om. BMNα(δ) ||21 ῥητορίας BN)

13
καὶ εὔπορος, καὶ ὑψηλός, καὶ ἐκπληκτικός, καὶ ἄρρατος, καὶ ἰσχυρός, καὶ ἄκμητος·

εἴτέ τις ποιητικῆς ἐρᾷ, ἡκέτω πορισάμενος ἄλλοθεν τὰ μέτρα μόνον, τὴν δὲ ἄλλην χορηγίαν λαμβανέτω ἐντεῦθεν ἔκπλεων ποιητικῆς, τὸ σοβαρόν, τὸ ἐπιφανές, τὸ λαμπρόν, τὸ γόνιμον, τὸ ἔνθεον, [*](23a)τὴν οἰκονομίαν, τὴν |δραματουργίαν, τὸ κατὰ τὰς φωνὰς ἀταμίευτον, τὸ κατὰ τὴν ἁρμονίαν ἄπταιστον·

ἀλλὰ πολιτικῆς καὶ τῆς περὶ δήμους καὶ βουλευτήρια παρασκευῆς ἥκεις ἐνδεὴς ὤν; σὺ μὲν καὶ πεφώρακας τὸ ἔργον, ὁρᾷς τὸν δῆμον, ὁρᾷς τὸ βουλευτήριον, τὸν λέγοντα, τὴν πειθώ, τὸ κράτος.

Ἀλλὰ τούτων μέν τις ὑπερορᾷ, φιλοσοφίαν δὲ ἀσπάζεται καὶ ἀλήθειαν τιμᾷ; ἐνταῦθα .ὑφαιρῶ, τῆς μεγαλαυχίας ὑφίεμαι, οὐχ ὁ αὐτός εἰμι· μέγα τὸ χρῆμα καὶ δεόμενον προστάτου οὐ δημοτικοῦ, μὰ Δία, οὐδὲ ἐρχομένου χαμαί, οὐδὲ ἀνακεκραμένου τῷ τῶν πολλῶν τρόπῳ.