Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

οὕτω καὶ τῶν ἀνθρωπίνων πραγμάτων ὥσπερ ἐκ πηγῆς ἀενάου ῥεῖ ἡ γένεσις καὶ ἡ χορηγία, ὀξέως μὲν καὶ μετὰ ἀμηχάνου τάχους, ἀνεπαίσθητος δὲ ἡ φορά·

καὶ ἐξαπατᾶται ὁ λογισμός, ὥσπερ ἐπὶ τοῦ ποταμοῦ ἡ ὄψις, καὶ καλεῖ βίον ἕνα καὶ τὸν αὐτόν, τὸ δέ ἐστιν χρῆμα πολύμορφον καὶ παντοδαπόν, πολλαῖς μὲν τύχαις, πολλοῖς δὲ πράγμασιν, πολλοῖς δὲ καιροῖς ἀλλοιούμενον·

ἐπιτέτακται δὲ αὐτῷ ὁ λόγος, σχηματιζόμενος ἀεὶ τοῖς παροῦσιν, ὥσπερ ἰατροῦ τέχνη ἐπὶ σώματι οὐχ ἑστῶτι, ἀλλὰ φερομένῳ ἄνω καὶ κάτω, καὶ ὑπὸ κενώσεως καὶ πλησμονῆς κυκωμένῳ, οἰκονόμου | σα αὐτοῦ τὴν ἔνδειαν καὶ [*](20a) τὸν κόρον.

Τοῦτο καὶ τῷ τῶν ἀνθρώπων βίῳ ὁ τῶν φιλοσόφων δύναται λόγος, ξυναρμοζόμενος τοῖς πάθεσιν καὶ πεπαίνων μὲν τὰ σκυθρωπά, συνευφημῶν δὲ τοῖς φαιδροτέροις.

Εἰ δὲ διὰ βίου τάξις μία καὶ εἶδος ἕν, ἑνὸς ἔδει λόγου καὶ ἤθους ἑνός· νῦν δὲ ἀοιδοῦ μὲν πρὸς κιθάραν μινυρίζοντος καιρὸς εἷς, ἐπειδὰν πλήθωσιν αἱ τράπεζαι [*](5 ποταμοῦ sq. cf. Plat. Crat 402a Seneca ep 58 || 6 πηγῆς ἀενάου ut or 12 6 c vi. etiam or 34. 4a; 40 6e ὡς ἐκ sq al. || 7.8 ἀμηχάνου τάχους ═ or. 41. 2 d etiam or. 7. 7 k || 14 ἰατροῦ τέχνη sq vi. or. 4. 2 b cf Plat. symp 186 c || 23 πλήθωσιν αἱ τράπεζαι sq vi. or. 22. 2 a sq) [*](1 ἀένναοι (suprascr. alt. ν N) Ϛ(δ) ut semper fere || 2 ὁ περχειὸς (expuncto ὁ) H ὥσπερ χειὸς ═ ὡς περχειὸς ?) N ἢ Σπερχειὸς B ὁ del. Δ 12 καὶ καιροῖς φ || 14 οὐκ nescio unde θ 15 κένῳ, ἕως R || 16 κυκλωμένω N || 19 πεπαίνωμὲν (suprascr. ν) R || 21 〈ἄν〉 ἔδει Markl. | εἴθους (suprascr. ἤ) N ἔθους α(δ) unde ἤθους Heina || 23 τράπεζαι (εζ in ras.) )

5
[*]((ι 9/10))
  • σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων
  • οἰνοχόος προχέῃσιν·