Ad Se Ipsum

Marcus Aurelius

Marcus Aurelius. M. Antoninus Imperator Ad Se Ipsum. Leopold, Jan Hendrik, editor. Leipzig: Teubner, 1908

Εἰσιέναι εἰς τὸ ἡγεμονικὸν ἑκάστου, παρέχειν δὲ καὶ ἑτέρῳ παντὶ εἰσιέναι εἰς τὸ ἑαυτοῦ ἡγεμονικόν.

Ὁ ἀδικῶν ἀσεβεῖ· τῆς γὰρ τῶν ὅλων φύσεως κατεσκευακυίας τὰ λογικὰ ζῷα ἕνεκεν ἀλλήλων, ὥστε ὠφελεῖν μὲν ἄλληλα κατ’ ἀξίαν βλάπτειν δὲ μηδαμῶς, ὁ τὸ βούλημα ταύτης παραβαίνων ἀσεβεῖ δηλονότι εἰς τὴν πρεσβυτάτην τῶν θεῶν. καὶ ὁ ψευδόμενος δὲ ἀσεβεῖ περὶ τὴν αὐτὴν θεόν· ἡ γὰρ τῶν ὅλων φύσις ὄντων ἐστὶ φύσις· τὰ δέ γε ὄντα πρὸς τὰ ὑπάρχοντα πάντα οἰκείως ἔχει. ἔτι δὲ καὶ ἀλήθεια αὕτη ὀνομάζεται καὶ τῶν ἀληθῶν ἁπάντων πρώτη αἰτία ἐστίν.