Ad Se Ipsum

Marcus Aurelius

Marcus Aurelius. M. Antoninus Imperator Ad Se Ipsum. Leopold, Jan Hendrik, editor. Leipzig: Teubner, 1908

Ἡ μετάνοιά ἐστιν ἐπίληψίς τις ἑαυτοῦ ὡς χρήσιμόν τι παρεικότος· τὸ δὲ χρήσιμον ἀγαθόν τι δεῖ εἶναι καὶ ἐπιμελητέον αὐτοῦ τῷ καλῷ καὶ ἀγαθῷ ἀνδρί· οὐδεὶς δ’ ἂν καλὸς καὶ ἀγαθὸς ἀνὴρ μετανοήσειεν ἐπὶ τῷ ἡδονήν τινα παρεικέναι· οὔτε ἄρα ·χρήσιμον οὔτε ἀγαθὸν ἡδονή.

Τοῦτο τί ἐστιν αὐτὸ καθ’ αὑτὸ τῇ ἰδίᾳ κατασκευῇ, τί μὲν τὸ οὐσιῶδες αὐτοῦ καὶ ὑλικόν, τί δὲ τὸ αἰτιῶδες, τί δὲ ποιεῖ ἐν τῷ κόσμῳ, πόσον δὲ χρόνον ὑφίσταται;

Ὅταν ἐξ ὕπνου δυσχερῶς ἐγείρῃ, ἀναμιμνῄσκου ὅτι κατὰ τὴν κατασκευήν σου ἐστὶ καὶ κατὰ τὴν ἀνθρωπικὴν φύσιν τὸ πράξεις κοινωνικὰς ἀποδιδόναι, τὸ δὲ καθεύδειν κοινὸν καὶ τῶν ἀλόγων ζῴων· ὃ δὲ κατὰ φύσιν ἑκάστῳ, τοῦτο οἰκειότερον καὶ προσφυέστερον καὶ δὴ καὶ προσηνέστερον.

Διηνεκῶς καὶ ἐπὶ πάσης, εἰ οἶόν τε, φαντασίας φυσιολογεῖν, παθολογεῖν, διαλεκτικεύεσθαι.

Ὧι ἂν ἐντυγχάνῃς, εὐθὺς σαυτῷ πρόλεγε· οὖτος τίνα δόγματα ἔχει περὶ ἀγαθῶν καὶ κακῶν; εἰ γὰρ περὶ ἡδονῆς καὶ πόνου καὶ τῶν ποιητικῶν ἑκατέρου καὶ περὶ δόξης, ἀδοξίας, θανάτου, ζωῆς, τοιάδε τινὰ δόγματα ἔχει, οὐδὲν θαυμαστὸν· ἢ ξένον μοι δόξει, ἐὰν τάδε τινὰ ποιῇ, καὶ μεμνήσομαι ὅτι ἀναγκάζεται οὕτως ποιεῖν.