Ad Se Ipsum

Marcus Aurelius

Marcus Aurelius. M. Antoninus Imperator Ad Se Ipsum. Leopold, Jan Hendrik, editor. Leipzig: Teubner, 1908

Δεῖ καὶ τὸ σῶμα πεπηγέναι καὶ μὴ διερρῖφθαι μήτε ἐν κινήσει μήτε ἐν σχέσει. οἷον γάρ τι ἐπὶ τοῦ προσώπου παρέχεται ἡ διάνοια συνεστὼς αὐτὸ καὶ εὔσχημον συντηροῦσα, τοιοῦτο καὶ ἐπὶ ὅλου τοῦ σώματος ἀπαιτητέον. πάντα δὲ ταῦτα σὺν τῷ ἀνεπιτηδεύτῳ φυλακτέα.

Ἡ βιωτικὴ τῇ παλαιστικῇ ὁμοιοτέρα ἤπερ τῇ ὀρχηστικῇ κατὰ τὸ πρὸς τὰ ἐμπίπτοντα καὶ οὐ προεγνωσμενα ἕτοιμος καὶ ἀπτὼς ἑστάναι.

Συνεχῶς ἐφιστάναι, τίνες εἰσὶν οὗτοι, ὑφ’ ὧν μαρτυρεῖσθαι θέλεις, καὶ τίνα ἡγεμονικὰ ἔχουσιν· οὔτε γὰρ μέμψῃ τοῖς ἀκουσίως πταίουσιν οὔτε ἐπιμαρτυρήσεως δεήσῃ, ἐμβλέπων εἰς τὰς πηγὰς τῆς ὑπολήψεως καὶ ὁρμῆς αὐτῶν.

ʽΠᾶσα ψυχή, φησίν, ἄκουσα στέρεται ἀληθείας·ʼ οὕτως οὖν καὶ δικαιοσύνης καὶ σωφροσύνης καὶ εὐμενείας καὶ παντὸς τοῦ τοιούτου. ἀναγκαιότατον δὲ τὸ διηνεκῶς τούτου μεμνῆσθαι· ἔσῃ γὰρ πρὸς πάντας πρᾳότερος.

Ἐπὶ μὲν παντὸς πόνου πρόχειρον ἔστω ὅτι οὐκ αἰσχρὸν οὐδὲ τὴν διάνοιαν τὴν κυβερνῶσαν χείρω ποιεῖ· οὔτε γὰρ καθὸ λογική ἐστιν οὔτε καθὸ κοινωνικὴ διαφθείρει αὐτήν. ἐπὶ μέντοι τῶν πλείστων πόνων καὶ τὸ τοῦ Ἐπικούρου σοι βοηθείτω, ὅτι οὔτε ἀφόρητον οὔτε αἰώνιον, ἐὰν τῶν ὅρων μνημονεύῃς καὶ μὴ προσδοξάζῃς. κἀκείνου δὲ μέμνησο, ὅτι πολλὰ πόνῳ τὰ αὐτὰ ὄντα λανθάνει, δυσχεραινόμενα· οἷον τὸ νυστάζειν καὶ τὸ καυματίζεσθαι καὶ τὸ ἀνορεκτεῖν· ὅταν οὖν τινι τούτων δυσαρεστῇς, λέγε ἑαυτῷ, ὅτι πόνῳ ἐνδίδως.