Ad Se Ipsum
Marcus Aurelius
Marcus Aurelius. M. Antoninus Imperator Ad Se Ipsum. Leopold, Jan Hendrik, editor. Leipzig: Teubner, 1908
Πομπῆς κενοσπουδία, ἐπὶ σκηνῆς δράματα, ποίμνια, ἀγέλαι, διαδορατισμοί, κυνιδίοις ὀστάριον ἐρριμμένον, ψωμίον εἰς τὰς τῶν ἰχθύων δεξαμενάς, μυρμήκων ταλαιπωρίαι καὶ ἀχθοφορίαι, μυιδίων ἐπτοημένων διαδρομαί, σιγιλλάρια νευροσπαστούμενα. χρὴ οὖν ἐν τούτοις εὐμενῶς μὲν καὶ μὴ καταφρυαττόμενον ἑστάναι, παρακολουθεῖν μέντοι, ὅτι τοσούτου ἄξιος ἕκαστός ἐστιν, ὅσου ἄξιά ἐστι ταῦτα περὶ ἃ ἐσπούδακεν.
Δεῖ κατὰ λέξιν παρακολουθεῖν τοῖς λεγομένοις καὶ καθ’ ἑκάστην ὁρμὴν τοῖς γινομένοις, καὶ ἐπὶ μὲν τοῦ ἑτέρου εὐθὺς ὁρᾶν ἐπὶ τίνα σκοπὸν ἡ ἀναφορά, ἐπὶ δὲ τοῦ ἑτέρου παραφυλάσσειν τί τὸ σημαινόμενον.
Πότερον ἐξαρκεῖ ἡ διάνοιά μου πρὸς τοῦτο ἢ οὔ; εἰ μὲν ἐξαρκεῖ, χρῶμαι αὐτῇ πρὸς τὸ ἔργον ὡς ὀργάνῳ παρὰ τῆς τῶν ὅλων φύσεως δοθέντι. εἰ δὲ μὴ ἐξαρκεῖ, ἤτοι παραχωρῶ τοῦ ἔργου τῷ δυναμένῳ κρεῖττον ἐπιτελέσαι, ἐὰν ἄλλως τοῦτο μὴ καθήκῃ, ἢ πράσσω ὡς δύναμαι, προσπαραλαβὼν τὸν δυνάμενον κατὰ πρόσχρησιν τοῦ ἐμοῦ ἡγεμονικοῦ ποιῆσαι τὸ εἰς τὴν κοινωνίαν νῦν καίριον καὶ χρήσιμον. ὅ τι γὰρ ἂν δι’ ἐμαυτοῦ ἢ σὺν ἄλλῳ ποιῶ, ὧδε μόνον χρὴ συντείνειν, εἰς τὸ κοινῇ χρήσιμον καὶ εὐάρμοστον.
Ὅσοι μὲν πολυύμνητοι γενόμενοι ἤδη λήθῃ παραδέδονται, ὅσοι δὲ τούτους ὑμνήσαντες πάλαι ἐκποδών.