Ad Se Ipsum

Marcus Aurelius

Marcus Aurelius. M. Antoninus Imperator Ad Se Ipsum. Leopold, Jan Hendrik, editor. Leipzig: Teubner, 1908

Ἀεὶ τοῦ Ἡρακλειτείου μεμνῆσθαι, ὅτι γῆς θάνατος ὕδωρ γενέσθαι καὶ ὕδατος θάνατος ἀέρα γενέσθαι καὶ ἀέρος πῦρ καὶ ἔμπαλιν. μεμνῆσθαι δὲ καὶ τοῦ ἐπιλανθανομένου, ᾗ ἡ ὁδὸς ἄγει· καὶ ὅτι, ᾧ μάλιστα διηνεκῶς ὁμιλοῦσι, λόγῳ τῷ τὰ ὅλα διοικοῦντι, τούτῳ διαφέρονται· καὶ οἷς καθ’ ἡμέραν ἐγκυροῦσι, ταῦτα αὐτοῖς ξένα φαίνεται· καὶ ὅτι οὐ δεῖ ὥσπερ καθεύδοντας ποιεῖν καὶ λέγειν, καὶ γὰρ καὶ τότε δοκοῦμεν ποιεῖν καὶ λέγειν· καὶ ὅτι οὐ δεῖ ὡς παῖδας τοκεώνων, τουτέστι κατὰ ψιλόν, καθότι παρειλήφαμεν.

Ὥσπερ εἴ τίς σοι θεῶν εἶπεν, ὅτι αὔριον τεθνήξῃ ἢ πάντως γε εἰς τρίτην, οὐκέτ’ ἂν παρὰ μέγα ἐποιοῦ τὸ εἰς τρίτην μᾶλλον ἢ αὔριον, εἴ γε μὴ ἐσχάτως ἀγεννὴς εἶ· πόσον γάρ ἐστι τὸ μεταξύ; οὕτως καὶ τὸ εἰς πολλοστὸν ἔτος μᾶλλον ἢ αὔριον μηδὲν μέγα εἶναι νόμιζε.