Ad Se Ipsum
Marcus Aurelius
Marcus Aurelius. M. Antoninus Imperator Ad Se Ipsum. Leopold, Jan Hendrik, editor. Leipzig: Teubner, 1908
Ὠιδῆς ἐπιτερποῦς καὶ ὀρχήσεως καὶ παγκρατίου καταφρονήσεις, ἐὰν τὴν μὲν ἐμμελῆ φωνὴν καταμερίσῃς εἰς ἕκαστον τῶν φθόγγων καὶ καθ’ ἕνα πύθῃ σεαυτοῦ, εἰ τούτου ἥττων εἶ· διατραπήσῃ γάρ· ἐπὶ δὲ ὀρχήσεως τὸ ἀνάλογον ποιήσας καθ’ ἑκάστην κίνησιν ἢ σχέσιν, τὸ δ’ αὐτὸ καὶ ἐπὶ τοῦ παγκρατίου. ὅλως οὖν, χωρὶς ἀρετῆς καὶ τῶν ἀπ’ ἀρετῆς, μέμνησο ἐπὶ τὰ κατὰ μέρος τρέχειν καὶ τῇ διαιρέσει αὐτῶν εἰς καταφρόνησιν ἰέναι, τὸ δ’ αὐτὸ καὶ ἐπὶ τὸν βίον ὅλον μετάφερε.
Οἵα ἐστὶν ἡ ψυχὴ ἡ ἕτοιμος, ἐὰν ἤδη ἀπολυθῆναι δέῃ τοῦ σώματος καὶ ἤτοι σβεσθῆναι ἢ σκεδασθῆναι ἢ συμμεῖναι. τὸ δὲ ἕτοιμον τοῦτο ἵνα ἀπὸ ἰδικῆς κρίσεως ἔρχηται, μὴ κατὰ ψιλὴν παράταξιν ὡς οἱ Χριστιανοί, ἀλλὰ λελογισμένως καὶ σεμνῶς καὶ ὥστε καὶ ἄλλον πεῖσαι, ἀτραγῴδως.